Textus Originalis
I 76. 77. 131
ἕκαστος πορίζεται τὸν βίον, καὶ τὸν ἐν τούτοις ψευσάμενον ἢ πόρον ἄδικον ἐπιτελοῦντα ϑανάτῳ περιπίπτειν ἦν ἀναγκαῖον. λέγεται δὲ τοῦτον τὸν νόμον ὑπὸ Σόλωνος παραβαλόντος εἰς Αἴγυπτον εἰς τὰς Ἀϑήνας μετενεχϑῆναι. εἰ δέ τις ἑκουσίως ἀποκτείναι τὸν ἐλεύϑερον ἢ τὸν δοῦλον, ἀποϑνήσκειν τοῦτον οἱ νόμοι προσέταττον, ἅμα μὲν βουλόμενοι μὴ ταῖς διαφοραῖς τῆς τύχης, ἀλλὰ ταῖς τῶν πράξεων ἐπιβολαῖς εἴργεσϑαι πάντας ἀπὸ τῶν φαύλων, ἅμα δὲ διὰ τῆς τῶν δούλων φροντίδος ἐϑίζοντες τοὺς ἀνϑρώπους πολὺ μᾶλλον εἰς τοὺς ἐλευϑέρους μηδὲν ὅλως ἐξαμαρτάνειν. καὶ κατὰ μὲν τῶν γονέων τῶν ἀποκτεινάντων τὰ τέκνα ϑάνατον μὲν οὐχ ὥρισαν, ἡμέρας δὲ τρεῖς καὶ νύκτας ἴσας συνεχῶς ἦν ἀναγκαῖον περιειληφότας τὸν νεκρὸν ὑπομένειν φυλακῆς παρεδρευούσης δημοσίας: οὐ γὰρ δίκαιον ὑπελήφϑη τὸ τοῦ βίου στερίσκειν τοὺς τὸν βίον τοῖς παισὶ δεδωκότας, νουϑετήσει δὲ μᾶλλον λύπην ἐχούσῃ καὶ μεταμέλειαν ἀποτρέπειν τῶν τοιούτων ἐγχειρημάτων: κατὰ δὲ τῶν τέκνων τῶν γονεῖς φονευσάντων τιμωρίαν ἐξηλλαγμένην ἔϑηκαν: ἔδει γὰρ τοὺς καταδικασϑέντας ἐπὶ τούτοις καλάμοις ὀξέσι δακτυλιαῖα μέρη τοῦ σώματος κατατμηϑέντας ἐπ᾽ ἀκάνϑαις κατακάεσϑαι ζῶντας: μέγιστον τῶν ἐν ἀνϑρώποις ἀδικημάτων κρίνοντες τὸ βιαίως τὸ ζῆν ἀφαιρεῖσϑαι τῶν τὴν ζωὴν αὐτοῖς δεδωκότων. τῶν δὲ γυναικῶν τῶν καταδικασϑεισῶν ϑανάτῳ τὰς ἐγκύους μὴ ϑανατοῦσϑαι πρὶν ἂν τέκωσι. καὶ τοῦτο τὸ νόμιμον 3 ἦν om. D 6 διὰ fort. del. ἢ τὸν] ἢ C τοῦτον om. D 8 ταῖς τῶν] τῶν D 19 μεταμελείᾳ CF.