Textus Originalis
I 80. 81. 137
καὶ πρὸς τὰ γεωμετρίας ϑεωρήματα, πρὸς δὲ τούτοις οὐκ ὀλίγα συμβάλλεται καὶ τοῖς τὰ περὶ τὴν ἀστρολογίαν ἐκπονοῦσιν. ἐπιμελοῦς γάρ, εἰ καὶ παρά τισιν ἄλλοις, καὶ παρ᾽ Αἰγυπτίοις παρατηρήσεως τυγχάνουσιν αἱ τῶν ἄστρων τάξεις τε καὶ κινήσεις: καὶ τὰς μὲν περὶ ἑκάστων ἀναγραφὰς ἐξ ἐτῶν ἀπίστων τῷ πλήϑει φυλάττουσιν, ἐκ παλαιῶν χρόνων ἐζηλωμένης παρ᾽ αὐτοῖς τῆς περὶ ταῦτα σπουδῆς, τὰς δὲ τῶν πλανήτων ἀστέρων κινήσεις καὶ περιόδους καὶ στηριγμούς, ἔτι δὲ τὰς ἑκάστου δυνάμεις πρὸς τὰς τῶν ζῴων γενέσεις, τίνων εἰσὶν ἀγαϑῶν ἢ κακῶν ἀπεργαστικαί, φιλοτιμότατα παρατετηρήκασι. καὶ πολλάκις μὲν τοῖς ἀνϑρώποις τῶν αὐτοῖς μελλόντων ἀπαντήσεσϑαι κατὰ τὸν βίον προλέγοντες ἐπιτυγχάνουσιν, οὐκ ὀλιγάκις δὲ καρπῶν φϑορὰς ἢ τοὐναντίον πολυκαρπίας, ἔτι δὲ νόσους κοινὰς ἀνϑρώποις ἢ βοσκήμασιν ἐσομένας προσημαίνουσι: σεισμούς τε καὶ κατακλυσμοὺς καὶ κομητῶν ἀστέρων ἐπιτολὰς καὶ πάντα τὰ τοῖς πολλοῖς ἀδύνατον ἔχειν δοκοῦντα τὴν ἐπίγνωσιν, ἐκ πολλοῦ χρόνου παρατηρήσεως γεγενημένης, προγινώσκουσι. φασὶ δὲ καὶ τοὺς ἐν Βαβυλῶνι Χαλδαίους, ἀποίκους Αἰγυπτίων ὄντας, τὴν δόξαν ἔχειν τὴν περὶ τῆς ἀστρολογίας παρὰ τῶν ἱερέων μαϑόντας τῶν Αἰγυπτίων. τὸ δ᾽ ἄλλο πλῆϑος τῶν Αἰγυπτίων ἐκ παίδων μανϑάνει παρὰ τῶν πατέρων ἢ συγγενῶν τὰς περὶ ἕκαστον βίον ἐπιτηδεύσεις, καϑάπερ προειρήκαμεν. γράμματα 1 καὶ τὰ πρὸς γεωμετρίαν D 3 ἐπιμελῶς libri, corr. Dind. 6 μὲν om. F 59. δὲ scripsi, τε libri 13 τῶν αὐτοῖς μ.] περὶ τῶν μ. CF 20 πολλοῦ χρόνου] πολυχρονίου F.