Textus Originalis

138 DIODORI SICULI

138 DIODORI SICULI

δ᾽ ἐπ᾽ ὀλίγον διδάσκουσιν οὐχ ἅπαντες, ἀλλ᾽ οἱ τὰς τέχνας μεταχειριζόμενοι μάλιστα. παλαίστραν δὲ καὶ μουσικὴν οὐ νόμιμόν ἐστι παρ᾽ αὐτοῖς μανϑάνειν: ὑπολαμβάνουσι γὰρ ἐκ μὲν τῶν καϑ᾽ ἡμέραν ἐν τῇ παλαίστρᾳ γυμνασίων τοὺς νέους οὐχ ὑγίειαν ἕξειν, ἀλλὰ ῥώμην ὀλιγοχρόνιον καὶ παντελῶς ἐπικίνδυνον, τὴν δὲ μουσικὴν νομίζουσιν οὐ μόνον ἄχρηστον ὑπάρχειν, ἀλλὰ καὶ βλαβεράν, ὡς [ἂν] ἐκϑηλύνουσαν τὰς τῶν ἀκουόντων ψυχάς. Τὰς δὲ νόσους προκαταλαμβανόμενοι ϑεραπεύουσι τὰ σώματα κλυσμοῖς καὶ νηστείαις καὶ ἐμέτοις, ἐνίοτε μὲν καϑ᾽ ἑκάστην ἡμέραν, ἐνίοτε δὲ τρεῖς ἢ τέτταρας ἡμέρας διαλείποντες. φασὶ γὰρ πάσης τροφῆς ἀναδοϑείσης τὸ πλέον εἶναι περιττόν, ἀφ᾽ οὗ γεννᾶσϑαι τὰς νόσους: ὥστε τὴν προειρημένην ϑεραπείαν ἀναιροῦσαν τὰς ἀρχὰς τῆς νόσου μάλιστ᾽ ἂν παρασκευάσαι τὴν ὑγίειαν. κατὰ δὲ τὰς στρατείας καὶ τὰς ἐπὶ τῆς χώρας ἐκδημίας ϑεραπεύονται πάντες οὐδένα μισϑὸν ἰδίᾳ διδόντες: οἱ γὰρ ἰατροὶ τὰς μὲν τροφὰς ἐκ τοῦ κοινοῦ λαμβάνουσι, τὰς δὲ ϑεραπείας προσάγουσι κατὰ νόμον ἔγγραφον, ὑπὸ πολλῶν καὶ δεδοξασμένων ἰατρῶν ἀρχαίων συγγεγραμμένον. κἂν τοῖς ἐκ τῆς ἱερᾶς βίβλου νόμοις ἀναγινωσκομένοις ἀκολουϑήσαντες ἀδυνατήσωσι σῶσαι τὸν κάμνοντα, ἀϑῷοι παντὸς ἐγκλήματος ἀπολύονται, ἐὰν δέ τι παρὰ τὰ γεγραμμένα ποιήσωσι, 1 διδάσκονται Reiske (cf. p. 136, 19) 7 δὲ] τε D 8 ἂν del Hertlein — 9 ἀκουόντων] ἀνδρῶν II 17 τὴν om. D 18 ἐπὶ om. F, ἐκ vel ἀπὸ Reiske 21 ὑπὸ Dindorf, ἀπὸ libri — 26 τι om. vulg.