Textus Originalis
I 81. 82. 83. 139
ϑανάτου κρίσιν ὑπομένουσιν, ἡγουμένου τοῦ νομοϑέτου τῆς ἐκ πολλῶν χρόνων παρατετηρημένης ϑεραπείας καὶ συντεταγμένης ὑπὸ τῶν ἀρίστων τεχνιτῶν ὀλίγους ἂν γενέσϑαι συνετωτέρους. Περὶ δὲ τῶν ἀφιερωμένων ζῴων κατ᾽ Αἴγυπτον εἰκότως φαίνεται πολλοῖς παράδοξον τὸ γινόμενον καὶ ζητήσεως ἄξιον. σέβονται γὰρ ἔνια τῶν ζῴων Αἰγύπτιοι καϑ᾽ ὑπερβολὴν οὐ ζῶντα μόνον, ἀλλὰ καὶ τελευτήσαντα, οἷον αἰλούρους καὶ τοὺς ἰχνεύμονας καὶ κύνας, ἔτι δ᾽ ἱέρακας καὶ τὰς καλουμένας παρ᾽ αὐτοῖς ἴβεις, πρὸς δὲ τούτοις τούς τε λύκους καὶ τοὺς κροκοδείλους καὶ ἕτερα τοιαῦτα πλείω. περὶ ὧν τὰς αἰτίας ἀποδιδόναι πειρασόμεϑα, βραχέα πρότερον ὑπὲρ αὐτῶν διελϑόντες. πρῶτον μὲν γὰρ ἑκάστῳ γένει τῶν σεβασμοῦ τυγχανόντων ζῴων ἀφιέρωται χώρα φέρουσα πρόσοδον ἀρκοῦσαν εἰς ἐπιμέλειαν καὶ τροφὴν αὐτῶν: ποιοῦνται δὲ καὶ ϑεοῖς τισιν εὐχὰς ὑπὲρ τῶν παίδων οἱ κατ᾽ Αἴγυπτον τῶν ἐκ τῆς νόσου σωϑέντων: ξυρήσαντες γὰρ τὰς τρίχας καὶ πρὸς ἀργύριον ἢ χρυσίον στήσαντες διδόασι τὸ νόμισμα τοῖς ἐπιμελομένοις τῶν προειρημένων ζῴων. οἱ δὲ τοῖς μὲν ἱέραξι κρέα κατατέμνοντες καὶ προσκαλούμενοι μεγάλῃ τῇ φωνῇ πετομένοις ἀναρρίπτουσι, μέχρι ἂν δέξωνται, τοῖς δ᾽ αἰλούροις καὶ τοῖς ἰχνεύμοσι καταϑρύπτοντες τοὺς ἄρτους εἰς γάλα καὶ ποππύζοντες παρατιϑέασιν ἢ τῶν ἰχϑύων τῶν ἐκ τοῦ Νείλου κατατέμνοντες ὠμῶς σιτίζουσιν: 9 οἷον] τούς τε add. II ἰχνεύμονας] καὶ νυφίτζας add. F 14 διαλεχϑέντες II 16 πρόσοδον φέρουσα vulg. 18 παιδίων vulg 21 ὠμῶς om. CF