Textus Originalis

140 DIODORI SICULI

140 DIODORI SICULI

ὡσαύτως δὲ καὶ τῶν ἄλλων ζῴων ἑκάστῳ γένει τὴν ἁρμόζουσαν τροφὴν χορηγοῦσι. τὰς δὲ γινομένας περὶ ταῦτα λειτουργίας οὐχ οἷον ἐκκλίνουσιν ἢ τοῖς ὄχλοις γενέσϑαι καταφανεῖς ἐπαισχύνονται, τοὐναντίον δ᾽ ὡς περὶ τὰς μεγίστας τῶν ϑεῶν γινόμενοι τιμὰς σεμνύνονται καὶ μετὰ σημείων ἰδίων περιέρχονται τὰς πόλεις καὶ τὴν χώραν. πόρρωϑεν δ᾽ ὄντες φανεροὶ τίνων ζῴων ἔχουσι τὴν ἐπιμέλειαν, ὑπὸ τῶν ἀπαντώντων προσκυνοῦνται καὶ τιμῶνται. ὅταν δ᾽ ἀποϑάνῃ τι τῶν εἰρημένων, σινδόνι κατακαλύψαντες καὶ μετ᾽ οἰμωγῆς τὰ στήϑη καταπληξόμενοι φέρουσιν εἰς τὰς ταριχείας: ἔπειτα ϑεραπευϑέντων αὐτῶν κεδρίᾳ καὶ τοῖς δυναμένοις εὐωδίαν παρέχεσϑαι καὶ πολυχρόνιον τοῦ σώματος τήρησιν ϑάπτουσιν ἐν ἱεραῖς ϑήκαις. ὃς δ᾽ ἂν τούτων τι τῶν ζῴων ἑκὼν διαφϑείρῃ, ϑανάτῳ περιπίπτει, πλὴν ἐὰν αἴλουρον ἢ τὴν ἶβιν ἀποκτείνῃ: ταῦτα δὲ ἐάν τε ἑκὼν ἐάν τε ἄκων ἀποκτείνῃ, πάντως ϑανάτῳ περιπίπτει, τῶν ὄχλων συντρεχόντων καὶ τὸν πράξαντα δεινότατα διατιϑέντων, καὶ τοῦτ᾽ ἐνίοτε πραττόντων ἄνευ κρίσεως. διὰ δὲ τὸν ἐπὶ τούτοις φόβον οἱ ϑεασάμενοι τεϑνηκός τι τούτων τῶν ζῴων ἀποστάντες μακρὰν βοῶσιν ὀδυρόμενοί τε καὶ μαρτυρόμενοι κατειλῆφϑαι [αὐτὸ] τετελευτηκός. οὕτω δ᾽ ἐν ταῖς τῶν ὄχλων ψυχαῖς ἐντέτηκεν ἡ πρὸς τὰ ζῷα ταῦτα δεισιδαιμονία καὶ τοῖς πάϑεσιν ἀμεταϑέτως ἕκαστος διάκειται πρὸς τὴν τούτων τιμήν, ὥστε καὶ καϑ᾽ ὃν 5 ὡς περὶ Dindorf, ὥσπερ εἰς II 9 ἀπαντώντων Wess., τῶν C, αὐτῶν G, ἁπάντων cet. 15 ἐν om. D 24 αὐτὸ Reiske, om. D, τὸ vulg. — 25 ὄχλων] ἀνϑρώπων II.