Textus Originalis
146 DIODORI SICULI
μένον Ἄνουβιν παρεισάγουσι κυνὸς ἔχοντα κεφαλήν, ἐμφαίνοντες ὅτι σώματοφύλαξ ἦν τῶν περὶ τὸν Ὄσιριν καὶ τὴν Ἶσιν. ἔνιοι δέ φασι τῆς Ἴσιδος προηγουμένους τοὺς κύνας καϑ᾽ ὃν καιρὸν ἐζήτει τὸν Ὄσιριν, τά τε ϑηρία καὶ τοὺς ἀπαντῶντας ἀπείργειν, ἔτι δ᾽ εὐνοϊκῶς διακειμένους συζητεῖν ὠρυομένους: διὸ καὶ τοῖς Ἰσείοις προπορεύεσϑαι τοὺς κύνας κατὰ τὴν πομπήν, τῶν καταδειξάντων τοῦτο τὸ νόμιμον σημαινόντων τὴν παλαιὰν τοῦ ζῴου χάριν. καὶ τὸν μὲν αἴλουρον πρός τε τὰς ἀσπίδας ϑανάσιμα δακνούσας εὔϑετον ὑπάρχειν καὶ τἄλλα δάκετα τῶν ἑρπετῶν, τὸν δ᾽ ἰχνεύμονα τῶν κροκοδείλων παρατηροῦντα τοὺς γόνους τὰ καταληφϑέντα τῶν ὠῶν συντρίβειν, καὶ ταῦτ᾽ ἐπιμελῶς καὶ φιλοτίμως ἐνεργεῖν μηδὲν ὠφελούμενον. τοῦτο δ᾽ εἰ μὴ συνέβαινε γίνεσϑαι, διὰ τὸ πλῆϑος τῶν γεννωμένων ϑηρίων ἄβατον ἂν γενέσϑαι τὸν ποταμόν. ἀπόλλυσϑαι δὲ καὶ τοὺς κροκοδείλους αὐτοὺς ὑπὸ τοῦ προειρημένου ζῴου παραδόξως καὶ παντελῶς ἀπιστουμένῃ μεϑόδῳ: τοὺς γὰρ ἰχνεύμονας κυλιομένους ἐν τῷ πηλῷ χασκόντων αὐτῶν καϑ᾽ ὃν ἂν χρόνον ἐπὶ τῆς χέρσου καϑεύδωσιν εἰσπηδᾶν διὰ τοῦ στόματος εἰς μέσον τὸ σῶμα: ἔπειτα συντόμως τὴν κοιλίαν διαφαγόντας αὐτοὺς μὲν ἀκινδύνως ἐξιέναι, τοὺς δὲ τοῦτο παϑόντας νεκροὺς ποιεῖν παραχρῆμα. τῶν δ᾽ ὀρνέων τὴν μὲν ἶβιν χρησίμην ὑπάρχειν πρός τε τοὺς ὄφεις καὶ τὰς ἀκρίδας καὶ τὰς κάμπας, τὸν δ᾽ 3 ἴσιος D 7 τοῖς Ἰσείοις] τῆς ἴσιος D 11 τἄλλα] τὰ add. D 13 καταληφϑέντα E, καταλειφϑέντα ceteri 24 ἀκινδύνους vulg.