Textus Originalis
I 87. 88. 147
ἱέρακα πρὸς τοὺς σκορπίους καὶ κεράστας καὶ τὰ μικρὰ τῶν δακέτων ϑηρίων τὰ μάλιστα τοὺς ἀνϑρώπους ἀναιροῦντα. ἔνιοι δὲ λέγουσι τιμᾶσϑαι τὸ ζῷον τοῦτο διὰ τὸ τοὺς μάντεις οἰωνοῖς τοῖς ἱέραξι χρωμένους προλέγειν τὰ μέλλοντα τοῖς Αἰγυπτίοις. τινὲς δέ φασιν ἐν τοῖς ἀρχαίοις χρόνοις ἱέρακα βιβλίον ἐνεγκεῖν εἰς Θήβας τοῖς ἱερεῦσι φοινικῷ ῥάμματι περιειλημένον, ἔχον γεγραμμένας τὰς τῶν ϑεῶν ϑεραπείας τε καὶ τιμάς: διὸ καὶ τοὺς ἱερογραμματεῖς φορεῖν φοινικοῦν ῥάμμα καὶ πτερὸν ἱέρακος ἐπὶ τῆς κεφαλῆς. τὸν δ᾽ ἀετὸν Θηβαῖοι τιμῶσι διὰ τὸ βασιλικὸν εἶναι δοκεῖν τοῦτο τὸ ζῷον καὶ τοῦ Διὸς ἄξιον. τὸν δὲ τράγον ἀπεϑέωσαν, καϑάπερ καὶ παρὰ τοῖς Ἕλλησι τετιμῆσϑαι λέγουσι τὸν Πρίαπον, διὰ τὸ γεννητικὸν μόριον: τὸ μὲν γὰρ ζῷον εἶναι τοῦτο κατωφερέστατον πρὸς τὰς συνουσίας, τὸ δὲ μόριον τοῦ σώματος τὸ τῆς γενέσεως αἴτιον τιμᾶσϑαι προσηκόντως, ὡς ἂν ὑπάρχον ἀρχέγονον τῆς τῶν ζῴων φύσεως. καϑόλου δὲ τὸ αἰδοῖον οὐκ Αἰγυπτίους μόνον, ἀλλὰ καὶ τῶν ἄλλων οὐκ ὀλίγους καϑιερωκέναι κατὰ τὰς τελετάς, ὡς αἴτιον τῆς τῶν ζῴων γενέσεως: τούς τε ἱερεῖς τοὺς παραλαβόντας τὰς πατρικὰς ἱερωσύνας κατ᾽ Αἴγυπτον τούτῳ τῷ ϑεῷ πρῶτον μυεῖσϑαι. καὶ τοὺς Πᾶνας δὲ καὶ τοὺς Σατύρους φασὶν ἕνεκα τῆς αὐτῆς αἰτίας τιμᾶσϑαι παρ᾽ ἀνϑρώποις: διὸ καὶ τὰς εἰκόνας αὐτῶν ἀνατιϑέναι τοὺς πλείστους ἐν τοῖς ἱεροῖς ἐντεταμένας καὶ 1 πρὸς] πρός τε F καὶ τοὺς κερ. vulg. 3 ἀναιροῦντα] ἐπιτηδεύοντα καὶ ἀναιροῦντα D 8 περιειλημμένον D, περιδεδεμένον II — 9 διὸ] διόπερ vulg. 28 τὰς om. vulg. 10*