Textus Originalis
148 DIODORI SICULI
τῇ τοῦ τράγου φύσει παραπλησίας: τὸ γὰρ ζῷον τοῦτο παραδίδοσϑαι πρὸς τὰς συνουσίας ὑπάρχειν ἐνεργέστατον: ἐκείνοις οὖν διὰ ταύτης τῆς ἐμφάσεως χάριν ἀποδιδόναι περὶ τῆς πολυτεκνίας τῆς ἑαυτῶν. τοὺς δὲ ταύρους τοὺς ἱερούς, λέγω δὲ τόν τε Ἆπιν καὶ τὸν Μνεῦιν, τιμᾶσϑαι παραπλησίως τοῖς ϑεοῖς, Ὀσίριδος καταδείξαντος, ἅμα μὲν διὰ τὴν τῆς γεωργίας χρείαν, ἅμα δὲ καὶ διὰ τὸ τῶν εὑρόντων τοὺς καρποὺς τὴν δόξαν ταῖς τούτων ἐργασίαις παραδόσιμον γεγονέναι τοῖς μεταγενεστέροις εἰς ἅπαντα τὸν αἰῶνα. τοὺς δὲ πυρροὺς βοῦς συγχωρηϑῆναι ϑύειν διὰ τὸ δοκεῖν τοιοῦτον τῷ χρώματι γεγονέναι Τυφῶνα τὸν ἐπιβουλεύσαντα μὲν Ὀσίριδι, τυχόντα δὲ τιμωρίας ὑπὸ τῆς Ἴσιδος διὰ τὸν τἀνδρὸς φόνον. καὶ τῶν ἀνϑρώπων δὲ τοὺς ὁμοχρωμάτους τῷ Τυφῶνι τὸ παλαιὸν ὑπὸ τῶν βασιλέων φασὶ ϑύεσϑαι πρὸς τῷ τάφῳ τῷ Ὀσίριδος: τῶν μὲν οὖν Αἰγυπτίων ὀλίγους τινὰς εὑρίσκεσϑαι πυρρούς, τῶν δὲ ξένων τοὺς πλείους: διὸ καὶ περὶ τῆς Βουσίριδος ξενοκτονίας παρὰ τοῖς Ἕλλησιν ἐνισχῦσαι τὸν μῦϑον, οὐ τοῦ βασιλέως ὀνομαζομένου Βουσίριδος, ἀλλὰ τοῦ Ὀσίριδος τάφου ταύτην ἔχοντος τὴν προσηγορίαν κατὰ τὴν τῶν ἐγχωρίων διάλεκτον. τοὺς δὲ λύκους τιμᾶσϑαι λέγουσι διὰ τὴν πρὸς τοὺς κύνας τῆς φύσεως ὁμοιότητα: βραχὺ γὰρ διαλλάττοντας αὐτοὺς ταῖς φύσεσι ταῖς ἐπιμιξίαις ζωογονεῖν ἐξ ἀλλήλων. φέρουσι δ᾽ Αἰγύπτιοι καὶ ἄλλην αἰτίαν 3 ἐκείνους vulg. 5 τοὺς ἱερούς] ἱερούς D 9 εὐεργασίαις CF 17 τῷ Ὀσ.] τοῦ Ὀσ. B 27 δὲ καὶ ἄλλην αἰτίαν Αἰγύπτιοι vulg.