Textus Originalis

I 88. 89. 149

I 88. 89. 149

τῆς τοῦ ζῴου τούτου τιμῆς μυϑικωτέραν: τὸ γὰρ παλαιόν φασι τῆς Ἴσιδος μετὰ τοῦ παιδὸς Ὥρου μελλούσης διαγωνίζεσϑαι πρὸς Τυφῶνα παραγενέσϑαι βοηϑὸν ἐξ ᾅδου τὸν Ὄσιριν τῷ τέκνῳ καὶ τῇ γυναικὶ λύκῳ τὴν ὄψιν ὁμοιωϑέντα: ἀναιρεϑέντος οὖν τοῦ Τυφῶνος τοὺς κρατήσαντας καταδεῖξαι τιμᾶν τὸ ζῷον οὗ τῆς ὄψεως ἐπιφανείσης τὸ νικᾶν ἐπηκολούϑησεν. ἔνιοι δὲ λέγουσι, τῶν Αἰϑιόπων στρατευσάντων ἐπὶ τὴν Αἴγυπτον, ἀϑροισϑείσας παμπληϑεῖς ἀγέλας λύκων ἐκδιῶξαι τοὺς ἐπελϑόντας ἐκ τῆς χώρας ὑπὲρ πόλιν τὴν ὀνομαζομένην Ἐλεφαντίνην: διὸ καὶ τόν τε νομὸν ἐκεῖνον Λυκοπολίτην ὀνομασϑῆναι καὶ τὰ ζῷα τὰ προειρημένα τυχεῖν τῆς τιμῆς. Λείπεται δ᾽ ἡμῖν εἰπεῖν περὶ τῆς τῶν κροκοδείλων ἀποϑεώσεως, ὑπὲρ ἧς οἱ πλεῖστοι διαποροῦσι πῶς τῶν ϑηρίων τούτων σαρκοφαγούντων τοὺς ἀνϑρώπους ἐνομοϑετήϑη τιμᾶν ἴσα ϑεοῖς τοὺς τὰ δεινότατα διατιϑέντας. φασὶν οὖν τῆς χώρας τὴν ὀχυρότητα παρέχεσϑαι μὴ μόνον τὸν ποταμόν, ἀλλὰ καὶ πολὺ μᾶλλον τοὺς ἐν αὐτῷ κροκοδείλους: διὸ καὶ τοὺς λῃστὰς τούς τε ἀπὸ τῆς Ἀραβίας καὶ Λιβύης μὴ τολμᾶν διανήχεσϑαι τὸν Νεῖλον, φοβουμένους τὸ πλῆϑος τῶν ϑηρίων: τοῦτο δ᾽ οὐκ ἄν ποτε γενέσϑαι πολεμουμένων τῶν ζῴων καὶ διὰ τῶν σαγηνευόντων ἄρδην ἀναιρεϑέντων. ἔστι δὲ καὶ ἄλλος λόγος ἱστορούμενος περὶ τῶν ϑηρίων τούτων. φασὶ γάρ τινες τῶν ἀρχαίων τινὰ βασιλέων, τὸν 11 πόλιν] τὴν πόλιν D 22 τε del. Wess.