Textus Originalis
150 DIODORI SICULI
προσαγορευόμενον Μηνᾶν, διωκόμενον ὑπὸ τῶν ἰδίων κυνῶν καταφυγεῖν εἰς τὴν Μοίριδος καλουμένην λίμνην, ἔπειϑ᾽ ὑπὸ κροκοδείλου παραδόξως ἀναληφϑέντα εἰς τὸ πέραν ἀπενεχϑῆναι. τῆς δὲ σωτηρίας χάριν ἀποδιδόναι βουλόμενον τῷ ζῴῳ πόλιν κτίσαι πλησίον ὀνομάσαντα Κροκοδείλων: καταδεῖξαι δὲ καὶ τοῖς ἐγχωρίοις ὡς ϑεοὺς τιμᾶν ταῦτα τὰ ζῷα καὶ τὴν λίμνην αὐτοῖς εἰς τροφὴν ἀναϑεῖναι: ἐνταῦϑα δὲ καὶ τὸν τάφον ἑαυτῷ κατασκευάσαι πυραμίδα τετράπλευρον ἐπιστήσαντα, καὶ τὸν ϑαυμαζόμενον παρὰ πολλοῖς λαβύρινϑον οἰκοδομῆσαι. Παραπλήσια δὲ καὶ περὶ τῶν ἄλλων λέγουσιν, ὑπὲρ ὧν τὰ καϑ᾽ ἕκαστον μακρὸν ἂν εἴη γράφειν. ὅτι γὰρ τῆς ὠφελείας ἕνεκα τῆς εἰς τὸν βίον οὕτως ἑαυτοὺς εἰϑίκασι, φανερὸν εἶναι πᾶσιν ἐκ τοῦ πολλὰ τῶν ἐδωδίμων παρ᾽ αὐτοῖς ἐνίους μὴ προσφέρεσϑαι. τινὰς μὲν γὰρ φακῶν, τινὰς δὲ κυάμων, ἐνίους δὲ τυρῶν ἢ κρομμύων ἤ τινων ἄλλων βρωμάτων τὸ παράπαν μὴ γεύεσϑαι, πολλῶν ὑπαρχόντων κατὰ τὴν Αἴγυπτον, δῆλον ποιοῦντας διότι διδακτέον ἐστὶν ἑαυτοὺς τῶν χρησίμων ἀπέχεσϑαι, καὶ διότι πάντων πάντα ἐσϑιόντων οὐδὲν ἂν ἐξήρκεσε τῶν ἀναλισκομένων. καὶ ἑτέρας δ᾽ αἰτίας φέροντές τινές φασιν ἐπὶ τῶν παλαιῶν βασιλέων πολλάκις ἀφισταμένου τοῦ πλήϑους καὶ συμφρονοῦντος κατὰ τῶν ἡγουμένων, τῶν βασιλέων τινὰ συνέσει διαφέροντα δι- 1 μινᾶ D, μῖνα F 2 μύριδος D 6 κροκόδειλον CF 15 πᾶσιν] φασὶν vulg. 21 ἑαυτοὺς] αὐτοὺς vulg. 22 ἐξαρκέσαι D 26 κατὰ] παρὰ CD 29 τινὰς ... διαφέροντας CF.