Textus Originalis
I 89. 90. 151
ελέσϑαι μὲν τὴν χώραν εἰς πλείω μέρη, καϑ᾽ ἕκαστον δ᾽ αὐτῶν καταδεῖξαι τοῖς ἐγχωρίοις σέβεσϑαί τι ζῷον ἢ τροφῆς τινος μὴ γεύεσϑαι, ὅπως ἑκάστων τὸ μὲν παρ᾽ αὐτοῖς τιμώμενον σεβομένων, τῶν δὲ παρὰ τοῖς ἄλλοις ἀφιερωμένων καταφρονούντων, μηδέποτε ὁμονοῆσαι δύνωνται πάντες οἱ κατ᾽ Αἴγυπτον. καὶ τοῦτο ἐκ τῶν ἀποτελεσμάτων φανερὸν εἶναι: πάντας γὰρ τοὺς πλησιοχώρους πρὸς ἀλλήλους διαφέρεσϑαι, προσκόπτοντας ταῖς εἰς τὰ προειρημένα παρανομίαις. Φέρουσι δὲ καί τινες τοιαύτην αἰτίαν τῆς τῶν ζῴων ἀφιερώσεως. συναγομένων γὰρ ἐν ἀρχῇ τῶν ἀνϑρώπων ἐκ τοῦ ϑηριώδους βίου, τὸ μὲν πρῶτον ἀλλήλους κατεσϑίειν καὶ πολεμεῖν, ἀεὶ τοῦ πλέον δυναμένου τὸν ἀσϑενέστερον κατισχύοντος: μετὰ δὲ ταῦτα τοὺς τῇ ῥώμῃ λειπομένους ὑπὸ τοῦ συμφέροντος διδαχϑέντας ἀϑροίζεσϑαι καὶ ποιῆσαι σημεῖον ἑαυτοῖς ἐκ τῶν ὕστερον καϑιερωϑέντων ζῴων: πρὸς δὲ τοῦτο τὸ σημεῖον τῶν ἀεὶ δεδιότων συντρεχόντων, οὐκ εὐκαταφρόνητον τοῖς ἐπιτιϑεμένοις γίνεσϑαι τὸ σύστημα: τὸ δ᾽ αὐτὸ καὶ τῶν ἄλλων ποιούντων διαστῆναι μὲν τὰ πλήϑη κατὰ συστήματα, τὸ δὲ ζῷον τὸ τῆς ἀσφαλείας ἑκάστοις γενόμενον αἴτιον τιμῶν τυχεῖν ἰσοϑέων, ὡς τὰ μέγιστ᾽ εὐηργετηκός: διόπερ ἄχρι τῶν νῦν χρόνων τὰ τῶν Αἰγυπτίων ἔϑνη διεστηκότα τιμᾶν τὰ παρ᾽ ἑαυτοῖς ἐξ ἀρχῆς τῶν ζῴων καϑιερωϑέντα. καϑόλου δέ φασι τοὺς Αἰγυπτίους ὑπὲρ τοὺς ἄλλους ἀνϑρώ- 11 τινὲς καὶ vulg. 18 ἐν ἑαυτοῖς F; ἑαυτοῖς ἐν τῶν coni. Dindorf 28 γινόμενον D.