Textus Originalis
I 92. 93. 94. 157
τελευτηκότων ταφῆς καὶ ϑεραπείας ἐφ᾽ ὅσον ἦν ἐνδεχόμενον τοῖς ἀνϑρώποις ἐνοικειοῦν ἐφιλοτιμήϑησαν. οἱ μὲν γὰρ Ἕλληνες μύϑοις πεπλασμένοις καὶ φήμαις διαβεβλημέναις τὴν περὶ τούτων πίστιν παρέδωκαν, τήν τε τῶν εὐσεβῶν τιμὴν καὶ τὴν τῶν πονηρῶν τιμωρίαν: τοιγαροῦν οὐχ οἷον ἰσχῦσαι δύναται ταῦτα προτρέψασϑαι τοὺς ἀνϑρώπους ἐπὶ τὸν ἄριστον βίον, ἀλλὰ τοὐναντίον ὑπὸ τῶν φαύλων χλευαζόμενα πολλῆς καταφρονήσεως τυγχάνουσι: παρὰ δὲ τοῖς Αἰγυπτίοις οὐ μυϑώδους, ἀλλ᾽ ὁρατῆς τοῖς μὲν πονηροῖς τῆς κολάσεως, τοῖς δ᾽ ἀγαϑοῖς τῆς τιμῆς οὔσης, καϑ᾽ ἑκάστην ἡμέραν ἀμφότεροι τῶν ἑαυτοῖς προσηκόντων ὑπομιμνήσκονται, καὶ διὰ τούτου τοῦ τρόπου ἡ μεγίστη καὶ συμφορωτάτη διόρϑωσις γίνεται τῶν ἠϑῶν. κρατίστους δ᾽, οἶμαι, τῶν νόμων ἡγητέον οὐκ ἐξ ὧν εὐπορωτάτους, ἀλλ᾽ ἐξ ὧν ἐπιεικεστάτους τοῖς ἤϑεσι καὶ πολιτικωτάτους συμβήσεται γενέσϑαι τοὺς ἀνϑρώπους. Ῥητέον δ᾽ ἡμῖν καὶ περὶ τῶν γενομένων νομοϑετῶν κατ᾽ Αἴγυπτον τῶν οὕτως ἐξηλλαγμένα καὶ παράδοξα νόμιμα καταδειξάντων. μετὰ γὰρ τὴν παλαιὰν τοῦ κατ᾽ Αἴγυπτον βίου κατάστασιν, τὴν μυϑολογουμένην γεγονέναι ἐπί τε τῶν ϑεῶν καὶ τῶν ἡρώων, πεῖσαί φασι πρῶτον ἐγγράπτοις νόμοις χρήσασϑαι τὰ πλήϑη τὸν Μνεύην, ἄνδρα καὶ τῇ ψυχῇ 4 καὶ ποιηταῖς διαβεβλημένοις II 5 παραδέδωκαν D. παραδεδώκασι B 6 ἰσχῦσαι δύναται] ἴσχυσε Reiske 7 ἐπὶ τὸν ἄ. β. τοὺς ἀνϑρώπους vulg. 9 χλευαζόμενοι CF πολλῆς om. CF 14 ἡ om. vulg. 15 οἶμαι] εἶναι CF 25 τὸν Μνεύην ἄνδρα] βιοῦν τὸν ἄνδρα D, καὶ βιοῦν τὸν ἄνδρα C, καὶ βιοῦν τὸν Μωσῆν ἄνδρα F