Textus Originalis
158 DIODORI SICULI
μέγαν καὶ τῷ βίῳ κοινότατον τῶν μνημονευομένων. προσποιηϑῆναι δ᾽ αὐτῷ τὸν Ἑρμῆν δεδωκέναι τούτους, ὡς μεγάλων ἀγαϑῶν αἰτίους ἐσομένους, καϑάπερ παρ᾽ Ἕλλησι ποιῆσαί φασιν ἐν μὲν τῇ Κρήτῃ Μίνωα, παρὰ δὲ Λακεδαιμονίοις Λυκοῦργον, τὸν μὲν παρὰ Διός, τὸν δὲ παρ᾽ Ἀπόλλωνος φήσαντα τούτους παρειληφέναι. καὶ παρ᾽ ἑτέροις δὲ πλείοσιν ἔϑνεσι παραδέδοται τοῦτο τὸ γένος τῆς ἐπινοίας ὑπάρξαι καὶ πολλῶν ἀγαϑῶν αἴτιον γενέσϑαι τοῖς πεισϑεῖσι: παρὰ μὲν γὰρ τοῖς Ἀριανοῖς Ζαϑραύστην ἱστοροῦσι τὸν ἀγαϑὸν δαίμονα προσποιήσασϑαι τοὺς νόμους αὐτῷ διδόναι, παρὰ δὲ τοῖς ὀνομαζομένοις Γέταις τοῖς ἀπαϑανατίζουσι Ζάλμοξιν ὡσαύτως τὴν κοινὴν Ἑστίαν, παρὰ δὲ τοῖς Ἰουδαίοις Μωυσῆν τὸν Ἰαὼ ἐπικαλούμενον ϑεόν, εἴτε ϑαυμαστὴν καὶ ϑείαν ὅλως ἔννοιαν εἶναι κρίναντας τὴν μέλλουσαν ὠφελήσειν ἀνϑρώπων πλῆϑος, εἴτε καὶ πρὸς τὴν ὑπεροχὴν καὶ δύναμιν τῶν εὑρεῖν λεγομένων τοὺς νόμους ἀποβλέψαντα τὸν ὄχλον μᾶλλον ὑπακούσεσϑαι διαλαβόντας. δεύτερον δὲ νομοϑέτην Αἰγύπτιοί φασι γενέσϑαι Σάσυχιν, ἄνδρα συνέσει διαφέροντα. τοῦτον δὲ πρὸς τοῖς ὑπάρχουσι νόμοις ἄλλα τε προσϑεῖναι καὶ τὰ περὶ τὴν τῶν ϑεῶν τιμὴν ἐπιμελέστατα διατάξαι, εὑρετὴν δὲ καὶ γεωμετρίας γενέσϑαι καὶ τὴν περὶ τῶν ἄστρων ϑεωρίαν τε καὶ παρατήρησιν διδάξαι τοὺς ἐγχωρίους. τρίτον δὲ λέγουσι Σεσόωσιν τὸν βασιλέα μὴ μόνον 1 κοινότατον] Μνεύην add. C 7 εἰληφέναι vulg. 10 Ἀρειανοῖς F, Ἀριμασποῖς C 13 τοῖς ἀπαϑανατίζουσι om. CF 14 Μωσῆν II 15 ἰαῶ D 24 διατάξασϑαι D.