Textus Originalis
I 94. 95. 159
τὰς πολεμικὰς πράξεις ἐπιφανεστάτας κατεργάσασϑαι τῶν κατ᾽ Αἴγυπτον, ἀλλὰ καὶ περὶ τὸ μάχιμον ἔϑνος νομοϑεσίαν συστήσασϑαι, καὶ τὰ ἀκόλουϑα τὰ περὶ τὴν στρατείαν σύμπαντα διακοσμῆσαι. τέταρτον δὲ νομοϑέτην φασὶ γενέσϑαι Βόκχοριν τὸν βασιλέα, σοφόν τινα καὶ πανουργίᾳ διαφέροντα. τοῦτον οὖν διατάξαι τὰ περὶ τοὺς βασιλεῖς ἅπαντα καὶ τὰ περὶ τῶν συμβολαίων ἐξακριβῶσαι: γενέσϑαι δ᾽ αὐτὸν καὶ περὶ τὰς κρίσεις οὕτω συνετὸν ὥστε πολλὰ τῶν ὑπ᾽ αὐτοῦ διαγνωσϑέντων διὰ τὴν περιττότητα μνημονεύεσϑαι μέχρι τῶν καϑ᾽ ἡμᾶς χρόνων. λέγουσι δ᾽ αὐτὸν ὑπάρξαι τῷ μὲν σώματι παντελῶς ἀσϑενῆ, τῷ δὲ τρόπῳ πάντων φιλοχρηματώτατον. μετὰ δὲ τοῦτον προσελϑεῖν λέγουσι τοῖς νόμοις Ἄμασιν τὸν βασιλέα, ὃν ἱστοροῦσι τὰ περὶ τοὺς νομάρχας διατάξαι καὶ τὰ περὶ τὴν σύμπασαν οἰκονομίαν τῆς Αἰγύπτου. παραδέδοται δὲ συνετός τε γεγονέναι καϑ᾽ ὑπερβολὴν καὶ τὸν τρόπον ἐπιεικὴς καὶ δίκαιος: ὧν ἕνεκα καὶ τοὺς Αἰγυπτίους αὐτῷ περιτεϑεικέναι τὴν ἀρχὴν οὐκ ὄντι γένους βασιλικοῦ. φασὶ δὲ καὶ τοὺς Ἠλείους, σπουδάζοντας περὶ τὸν Ὀλυμπικὸν ἀγῶνα, πρεσβευτὰς ἀποστεῖλαι πρὸς αὐτὸν ἐρωτήσοντας πῶς ἂν γένοιτο δικαιότατος: τὸν δ᾽ εἰπεῖν, ἐὰν μηδεὶς Ἠλεῖος ἀγωνίζηται. Πολυκράτους δὲ τοῦ Σαμίων δυνάστου συντεϑειμένου πρὸς αὐτὸν φιλίαν, καὶ βιαίως 4 τὰ om. D πάντα vulg. 5 φασὶ γενέσϑαι νομοϑέτην vulg. πάντα II 13 πάντων om. D 14 λέγεται vulg. 15 τοῖς νόμοις] τοῖς ϑεοῖς καὶ τοῖς νόμοις D τὰ] τά τε vulg. 22 Ὀλυμπιακὸν C.