Textus Originalis

160 DIODORI SICULI

160 DIODORI SICULI

προσφερομένου τοῖς τε πολίταις καὶ τοῖς εἰς Σάμον καταπλέουσι ξένοις, τὸ μὲν πρῶτον λέγεται πρεσβευτὰς ἀποστείλαντα παρακαλεῖν αὐτὸν ἐπὶ τὴν μετριότητα: οὐ προσέχοντος δ᾽ αὐτοῦ τοῖς λόγοις ἐπιστολὴν γράψαι τὴν φιλίαν καὶ τὴν ξενίαν τὴν πρὸς αὐτὸν διαλυόμενον: οὐ γὰρ βούλεσϑαι λυπηϑῆναι συντόμως ἑαυτόν, ἀκριβῶς εἰδότα διότι πλησίον ἐστὶν αὐτῷ τὸ κακῶς παϑεῖν οὕτω προεστηκότι τῆς τυραννίδος. ϑαυμασϑῆναι δ᾽ αὐτόν φασι παρὰ τοῖς Ἕλλησι διά τε τὴν ἐπιείκειαν καὶ διὰ τὸ τῷ Πολυκράτει ταχέως ἀποβῆναι τὰ ῥηϑέντα. ἕκτον δὲ λέγεται τὸν Ξέρξου πατέρα Δαρεῖον τοῖς νόμοις ἐπιστῆναι τοῖς τῶν Αἰγυπτίων: μισήσαντα γὰρ τὴν παρανομίαν τὴν εἰς τὰ κατ᾽ Αἴγυπτον ἱερὰ γενομένην ὑπὸ Καμβύσου τοῦ προβασιλεύσαντος ζηλῶσαι βίον ἐπιεικῆ καὶ φιλόϑεον. ὁμιλῆσαι μὲν γὰρ αὐτοῖς τοῖς ἱερεῦσι τοῖς ἐν Αἰγύπτῳ καὶ μεταλαβεῖν αὐτὸν τῆς τε ϑεολογίας καὶ τῶν ἐν ταῖς ἱεραῖς βίβλοις ἀναγεγραμμένων πράξεων: ἐκ δὲ τούτων ἱστορήσαντα τήν τε μεγαλοψυχίαν τῶν ἀρχαίων βασιλέων καὶ τὴν εἰς τοὺς ἀρχομένους εὔνοιαν μιμήσασϑαι τὸν ἐκείνων βίον, καὶ διὰ τοῦτο τηλικαύτης τυχεῖν τιμῆς ὥσϑ᾽ ὑπὸ τῶν Αἰγυπτίων ζῶντα μὲν ϑεὸν προσαγορεύεσϑαι μόνον τῶν ἁπάντων βασιλέων, τελευτήσαντα δὲ τιμῶν τυχεῖν ἴσων τοῖς τὸ παλαιὸν νομιμώτατα βασιλεύσασι κατ᾽ Αἴγυπτον. 4 λόγοις] εἰς add. vulg. 7 ἑαυτὸν om. II ὅτι vulg. 17 αὐτοῖς] αὐτὸν II 18 τῆς τε ϑεολογίας αὐτῶν C 21 εὔνοιαν] ἐπιείκειαν II 22 τὸν Reiske, τῶν libri 24 προσαγορευϑῆναι II — ἁπάντων] ἄλλων II.