Textus Originalis

I 95. 96. 161

I 95. 96. 161

Τὴν μὲν οὖν κοινὴν νομοϑεσίαν συντελεσϑῆναί φασιν ὑπὸ τῶν εἰρημένων ἀνδρῶν, καὶ δόξης τυχεῖν τῆς διαδεδομένης παρὰ τοῖς ἄλλοις: ἐν δὲ τοῖς ὕστερον χρόνοις πολλὰ τῶν καλῶς ἔχειν δοκούντων νομίμων φασὶ κινηϑῆναι, Μακεδόνων ἐπικρατησάντων καὶ καταλυσάντων εἰς τέλος τὴν βασιλείαν τῶν ἐγχωρίων. Τούτων δ᾽ ἡμῖν διευκρινουμένων ῥητέον ὅσοι τῶν παρ᾽ Ἕλλησι δεδοξασμένων ἐπὶ συνέσει καὶ παιδείᾳ παρέβαλον εἰς Αἴγυπτον ἐν τοῖς ἀρχαίοις χρόνοις, ἵνα τῶν ἐνταῦϑα νομίμων καὶ τῆς παιδείας μετάσχωσιν. οἱ γὰρ ἱερεῖς τῶν Αἰγυπτίων ἱστοροῦσιν ἐκ τῶν ἀναγραφῶν τῶν ἐν ταῖς ἱεραῖς βίβλοις παραβαλεῖν πρὸς ἑαυτοὺς τὸ παλαιὸν Ὀρφέα τε καὶ Μουσαῖον καὶ Μελάμποδα καὶ Δαίδαλον, πρὸς δὲ τούτοις Ὅμηρόν τε τὸν ποιητὴν καὶ Λυκοῦργον τὸν Σπαρτιάτην, ἔτι δὲ Σόλωνα τὸν Ἀϑηναῖον καὶ Πλάτωνα τὸν φιλόσοφον, ἐλϑεῖν δὲ καὶ Πυϑαγόραν τὸν Σάμιον καὶ τὸν μαϑηματικὸν Εὔδοξον, ἔτι δὲ Δημόκριτον τὸν Ἀβδηρίτην καὶ Οἰνοπίδην τὸν Χῖον. πάντων δὲ τούτων σημεῖα δεικνύουσι τῶν μὲν εἰκόνας, τῶν δὲ τόπων ἢ κατασκευασμάτων ὁμωνύμους προσηγορίας, ἔκ τε τῆς ἑκάστῳ ζηλωϑείσης παιδείας ἀποδείξεις φέρουσι, συνιστάντες ἐξ Αἰγύπτου μετενηνέχϑαι πάντα δι᾽ ὧν παρὰ τοῖς Ἕλλησιν ἐϑαυμάσϑησαν. Ὀρφέα μὲν γὰρ τῶν μυστικῶν τελετῶν τὰ πλεῖστα καὶ τὰ περὶ τὴν ἑαυτοῦ πλάνην ὀργιαζόμενα καὶ τὴν τῶν ἐν ᾅδου μυϑοποιίαν ἀπενέγκα- 11 τῆς om. vulg. 14 αὐτοὺς vulg. τὸ παλαιὸν om. II 22 ὁμωνύμων D 24 μετενηνοχέναι vulg. Diodorus I. 11