Textus Originalis
162 DIODORI SICULI
σϑαι. τὴν μὲν γὰρ Ὀσίριδος τελετὴν τῇ Διονύσου τὴν αὐτὴν εἶναι, τὴν δὲ τῆς Ἴσιδος τῇ τῆς Δήμητρος ὁμοιοτάτην ὑπάρχειν, τῶν ὀνομάτων μόνων ἐνηλλαγμένων: τὰς δὲ τῶν ἀσεβῶν ἐν ᾅδου τιμωρίας καὶ τοὺς τῶν εὐσεβῶν λειμῶνας καὶ τὰς παρὰ τοῖς πολλοῖς εἰδωλοποιίας ἀναπεπλασμένας παρεισαγαγεῖν μιμησάμενον τὰ γινόμενα περὶ τὰς ταφὰς τὰς κατ᾽ Αἴγυπτον. τὸν μὲν γὰρ ψυχοπομπὸν Ἑρμῆν κατὰ τὸ παλαιὸν νόμιμον παρ᾽ Αἰγυπτίοις ἀναγαγόντα τὸ τοῦ Ἆπιδος σῶμα μέχρι τινὸς παραδιδόναι τῷ περικειμένῳ τὴν τοῦ Κερβέρου προτομήν. τοῦ δ᾽ Ὀρφέως τοῦτο καταδείξαντος παρὰ τοῖς Ἕλλησι τὸν Ὅμηρον ἀκολούϑως τούτῳ ϑεῖναι κατὰ τὴν ποίησιν Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο ἀνδρῶν μνηστήρων, ἔχε δὲ ῥάβδον μετὰ χερσίν. εἶτα πάλιν ὑποβάντα λέγειν πὰρ δ᾽ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην, ἠδὲ παρ᾽ Ἠελίοιο πύλας καὶ δῆμον Ὀνείρων ἤισαν: αἶψα δ᾽ ἵκοντο κατ᾽ ἀσφοδελὸν λειμῶνα, ἔνϑα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων. Ὠκεανὸν μὲν οὖν καλεῖν τὸν ποταμὸν διὰ τὸ τοὺς Αἰγυπτίους κατὰ τὴν ἰδίαν διάλεκτον ὠκεανὸν λέγειν τὸν Νεῖλον, Ἡλίου δὲ πύλας τὴν πόλιν τὴν τῶν Ἡλιοπολιτῶν, λειμῶνα δ᾽ ὀνομάζειν, τὴν μυϑολο- 1 τῇ] καὶ τὴν D 3 μόνον vulg. 4 δὲ] καὶ vulg. 7 γινόμενα om. II 10 τοῦ Ἆπιδος τὸ vulg. 16 μνηστήρων] ἡρώων CF 17 προβάντα CF — 18 πὰρ δ᾽ ἴσαν] παραδὲ σπεισαν D 24 τὴν τῶν] τῶν vulg. 25 δ᾽ ὀνομάζειν Eichstädt, δὲ νομίζειν codices τὴν] καὶ τὴν vulg.