Textus Originalis
I 96. 97. 163
γουμένην οἴκησιν τῶν μετηλλαχότων, τὸν παρὰ τὴν λίμνην τόπον τὴν καλουμένην μὲν Ἀχερουσίαν, πλησίον δὲ οὖσαν τῆς Μέμφεως, ὄντων περὶ αὐτὴν λειμώνων καλλίστων, ἕλους καὶ λωτοῦ καὶ καλάμου. ἀκολούϑως δ᾽ εἰρῆσϑαι καὶ τὸ κατοικεῖν τοὺς τελευτήσαντας ἐν τούτοις τοῖς τόποις διὰ τὸ τὰς τῶν Αἰγυπτίων ταφὰς τὰς πλείστας καὶ μεγίστας ἐνταῦϑα γίνεσϑαι, διαπορϑμευομένων μὲν τῶν νεκρῶν διά τε τοῦ ποταμοῦ καὶ τῆς Ἀχερουσίας λίμνης, τιϑεμένων δὲ τῶν σωμάτων εἰς τὰς ἐνταῦϑα κειμένας ϑήκας. συμφωνεῖν δὲ καὶ τἄλλα τὰ παρὰ τοῖς Ἕλλησι καϑ᾽ ᾅδου μυϑολογούμενα τοῖς ἔτι νῦν γινομένοις κατ᾽ Αἴγυπτον: τὸ μὲν γὰρ διακομίζον τὰ σώματα πλοῖον βᾶριν καλεῖσϑαι, τὸ δ᾽ ἐπίβαϑρον [νόμισμα τὸν ὀβολὸν] τῷ πορϑμεῖ δίδοσϑαι, καλουμένῳ κατὰ τὴν ἐγχώριον διάλεκτον χάρωνι. εἶναι δὲ λέγουσι πλησίον τῶν τόπων τούτων καὶ σκοτίας Ἑκάτης ἱερὸν καὶ πύλας Κωκυτοῦ καὶ Λήϑης διειλημμένας χαλκοῖς ὀχεῦσιν. ὑπάρχειν δὲ καὶ ἄλλας πύλας Ἀληϑείας, καὶ πλησίον τούτων εἴδωλον ἀκέφαλον ἑστάναι Δίκης. πολλὰ δὲ καὶ τῶν ἄλλων τῶν μεμυϑοποιημένων διαμένειν παρ᾽ Αἰγυπτίοις, διατηρουμένης ἔτι τῆς προσηγορίας καὶ τῆς ἐν τῷ πράττειν ἐνεργείας. ἐν μὲν γὰρ Ἀκανϑῶν πόλει, πέραν τοῦ Νείλου κατὰ τὴν Λιβύην ἀπὸ σταδίων ἑκατὸν καὶ εἴκοσι τῆς Μέμφεως, πίϑον εἶναι τετρημένον, εἰς ὃν τῶν ἱερέων ἑξήκοντα καὶ τριακοσίους 4 ἑλῶν II 15 νόμισμα τὸν ὀβολὸν del. Schäfer 21 τῶν ἄλλων] ἄλλα II — 22 μεμυϑολογημένων II 23 τηρουμένης CF 24 ἐναργείας Reiske. 11*