Textus Originalis

164 DIODORI SICULI

164 DIODORI SICULI

καϑ᾽ ἑκάστην ἡμέραν ὕδωρ φέρειν εἰς αὐτὸν ἐκ τοῦ Νείλου: τὴν δὲ περὶ τὸν Ὄκνον μυϑοποιίαν δείκνυσϑαι πλησίον κατά τινα πανήγυριν συντελουμένην, πλέκοντος μὲν ἑνὸς ἀνδρὸς ἀρχὴν σχοινίου μακράν, πολλῶν δ᾽ ἐκ τῶν ὀπίσω λυόντων τὸ πλεκόμενον. Μελάμποδα δέ φασι μετενεγκεῖν ἐξ Αἰγύπτου τὰ Διονύσῳ νομιζόμενα τελεῖσϑαι παρὰ τοῖς Ἕλλησι καὶ τὰ περὶ Κρόνου μυϑολογούμενα καὶ τὰ περὶ τῆς Τιτανομαχίας καὶ τὸ σύνολον τὴν περὶ τὰ πάϑη τῶν ϑεῶν ἱστορίαν. τὸν δὲ Δαίδαλον λέγουσιν ἀπομιμήσασϑαι τὴν τοῦ λαβυρίνϑου πλοκὴν τοῦ διαμένοντος μὲν μέχρι τοῦ νῦν καιροῦ, οἰκοδομηϑέντος δέ, ὡς μέν τινές φασιν, ὑπὸ Μένδητος, ὡς δ᾽ ἔνιοι λέγουσιν, ὑπὸ Μάρρου τοῦ βασιλέως, πολλοῖς ἔτεσι πρότερον τῆς Μίνω βασιλείας. τόν τε ῥυϑμὸν τῶν ἀρχαίων κατ᾽ Αἴγυπτον ἀνδριάντων τὸν αὐτὸν εἶναι τοῖς ὑπὸ Δαιδάλου κατασκευασϑεῖσι παρὰ τοῖς Ἕλλησι. τὸ δὲ κάλλιστον πρόπυλον ἐν Μέμφει τοῦ Ἡφαιστείου Δαίδαλον ἀρχιτεκτονῆσαι, καὶ ϑαυμασϑέντα τυχεῖν εἰκόνος ξυλίνης κατὰ τὸ προειρημένον ἱερὸν ταῖς ἰδίαις χερσὶ δεδημιουργημένης, πέρας δὲ διὰ τὴν εὐφυΐαν ἀξιωϑέντα μεγάλης δόξης καὶ πολλὰ προσεξευρόντα τυχεῖν ἰσοϑέων τιμῶν: κατὰ γὰρ μίαν τῶν πρὸς τῇ Μέμφει νήσων ἔτι καὶ νῦν ἱερὸν εἶναι Δαιδάλου τιμώμενον ὑπὸ τῶν ἐγχωρίων. τῆς δ᾽ Ὁμήρου παρουσίας ἄλλα τε 2 δὲ] τε vulg. — Ὄκνον Stephanus, ὄνον codices 4 σχοινίου del. Reiske 5 ὄπισϑεν II 13 μενδήτου D 14 Μάρρου] Βάρωνος F 15 Μίνωος II 19 ἡφαιστίου D, ἡφαίστου vulg.