Textus Originalis
I 97. 98. 165
σημεῖα φέρουσι καὶ μάλιστα τὴν τῆς Ἑλένης γινομένην παρὰ Μενελάῳ Τηλεμάχου φαρμακείαν καὶ λήϑην τῶν συμβεβηκότων κακῶν. τὸ γὰρ νηπενϑὲς φάρμακον, ὃ λαβεῖν φησιν ὁ ποιητὴς τὴν Ἑλένην ἐκ τῶν Αἰγυπτίων Θηβῶν παρὰ Πολυδάμνης τῆς Θῶνος γυναικός, ἀκριβῶς ἐξητακὼς φαίνεται: ἔτι γὰρ καὶ νῦν τὰς ἐν ταύτῃ γυναῖκας τῇ προειρημένῃ δυνάμει χρῆσϑαι λέγουσι, καὶ παρὰ μόναις ταῖς Διοσπολίτισιν ἐκ παλαιῶν χρόνων ὀργῆς καὶ λύπης φάρμακον εὑρῆσϑαί φασι: τὰς δὲ Θήβας καὶ Διὸς πόλιν τὴν αὐτὴν ὑπάρχειν. τήν τε Ἀφροδίτην ὀνομάζεσϑαι παρὰ τοῖς ἐγχωρίοις χρυσῆν ἐκ παλαιᾶς παραδόσεως, καὶ πεδίον εἶναι καλούμενον χρυσῆς Ἀφροδίτης περὶ τὴν ὀνομαζομένην Μώμεμφιν. τά τε περὶ τὸν Δία καὶ τὴν Ἥραν μυϑολογούμενα περὶ τῆς συνουσίας καὶ τὴν εἰς Αἰϑιοπίαν ἐκδημίαν ἐκεῖϑεν αὐτὸν μετενεγκεῖν: κατ᾽ ἐνιαυτὸν γὰρ παρὰ τοῖς Αἰγυπτίοις τὸν νεὼν τοῦ Διὸς περαιοῦσϑαι τὸν ποταμὸν εἰς τὴν Λιβύην, καὶ μεϑ᾽ ἡμέρας τινὰς πάλιν ἐπιστρέφειν, ὡς ἐξ Αἰϑιοπίας τοῦ ϑεοῦ παρόντος: τήν τε συνουσίαν τῶν ϑεῶν τούτων, ἐν ταῖς πανηγύρεσι τῶν ναῶν ἀνακομιζομένων ἀμφοτέρων εἰς ὄρος ἄνϑεσι παντοίοις ὑπὸ τῶν ἱερέων κατεστρωμένον. καὶ Λυκοῦργον δὲ καὶ Πλάτωνα καὶ Σόλωνα πολλὰ τῶν ἐξ Αἰγύπτου νομίμων εἰς τὰς ἑαυτῶν κατατάξαι νομοϑεσίας. Πυϑαγόραν τε τὰ κατὰ τὸν ἱερὸν λόγον 5 τῆς Πολυδάμνης Euseb. pr. ev. X 8, 10] Πολυμνήστης D, τῆς Πολυμνήστης ceteri Θώνιος DF 8 χρῆσϑαι post γυναῖκας vulg. 14 Μέμφιν vulg. 16 τῆς ... ἐκδημίας D 21 πανηγύρεσι] γίνεσϑαι add. Wess.