Textus Originalis

166 DIODORI SICULI

166 DIODORI SICULI

καὶ τὰ κατὰ γεωμετρίαν ϑεωρήματα καὶ τὰ περὶ τοὺς ἀριϑμούς, ἔτι δὲ τὴν εἰς πᾶν ζῷον τῆς ψυχῆς μεταβολὴν μαϑεῖν παρ᾽ Αἰγυπτίων. ὑπολαμβάνουσι δὲ καὶ Δημόκριτον παρ᾽ αὐτοῖς ἔτη διατρῖψαι πέντε καὶ πολλὰ διδαχϑῆναι τῶν κατὰ τὴν ἀστρολογίαν. τόν τε Οἰνοπίδην ὁμοίως συνδιατρίψαντα τοῖς ἱερεῦσι καὶ ἀστρολόγοις μαϑεῖν ἄλλα τε καὶ μάλιστα τὸν ἡλιακὸν κύκλον ὡς λοξὴν μὲν ἔχει τὴν πορείαν, ἐναντίαν δὲ τοῖς ἄλλοις ἄστροις τὴν φορὰν ποιεῖται. παραπλησίως δὲ καὶ τὸν Εὔδοξον ἀστρολογήσαντα παρ᾽ αὐτοῖς καὶ πολλὰ τῶν χρησίμων εἰς τοὺς Ἕλληνας ἐκδόντα τυχεῖν ἀξιολόγου δόξης. τῶν τε ἀγαλματοποιῶν τῶν παλαιῶν τοὺς μάλιστα διωνομασμένους διατετριφέναι παρ᾽ αὐτοῖς Τηλεκλέα καὶ Θεόδωρον, τοὺς Ῥοίκου μὲν υἱούς, κατασκευάσαντας δὲ τοῖς Σαμίοις τὸ τοῦ Ἀπόλλωνος τοῦ Πυϑίου ξόανον. τοῦ γὰρ ἀγάλματος ἐν Σάμῳ μὲν ὑπὸ Τηλεκλέους ἱστορεῖται τὸ ἥμισυ δημιουργηϑῆναι, κατὰ δὲ τὴν Ἔφεσον ὑπὸ τἀδελφοῦ Θεοδώρου τὸ ἕτερον μέρος συντελεσϑῆναι: συντεϑέντα δὲ πρὸς ἄλληλα τὰ μέρη συμφωνεῖν οὕτως ὥστε δοκεῖν ὑφ᾽ ἑνὸς τὸ πᾶν ἔργον συντετελέσϑαι. τοῦτο δὲ τὸ γένος τῆς ἐργασίας παρὰ μὲν τοῖς Ἕλλησι μηδαμῶς ἐπιτηδεύεσϑαι, παρὰ δὲ τοῖς Αἰγυπτίοις μάλιστα συντελεῖσϑαι. παρ᾽ ἐκείνοις γὰρ οὐκ ἀπὸ τῆς κατὰ τὴν ὅρασιν φαντασίας τὴν συμμετρίαν τῶν ἀγαλμάτων κρίνεσϑαι, καϑάπερ παρὰ τοῖς Ἕλλησιν, ἀλλ᾽ 5 κατὰ τὴν] κατ᾽ vulg. 8 ἡλιακὸν] ἱερὸν ἡλιακὸν D 13 τῶν om. vulg. 22 ἔργον συντετελέσϑαι] σῶμα κατεσκευάσϑαι CF.