Textus Originalis
I 98. 167
ἐπειδὰν τοὺς λίϑους κατακλίνωσι καὶ μερίσαντες κατεργάσωνται, τὸ τηνικαῦτα τὸ ἀνάλογον ἀπὸ τῶν ἐλαχίστων ἐπὶ τὰ μέγιστα λαμβάνεσϑαι: τοῦ γὰρ παντὸς σώματος τὴν κατασκευὴν εἰς ἓν καὶ εἴκοσι μέρη καὶ προσέτι τέταρτον διαιρουμένους τὴν ὅλην ἀποδιδόναι συμμετρίαν τοῦ ζῴου. διόπερ ὅταν περὶ τοῦ μεγέϑους οἱ τεχνῖται πρὸς ἀλλήλους σύνϑωνται, χωρισϑέντες ἀπ᾽ ἀλλήλων σύμφωνα κατασκευάζουσι τὰ μεγέϑη τῶν ἔργων οὕτως ἀκριβῶς ὥστε ἔκπληξιν παρέχειν τὴν ἰδιότητα τῆς πραγματείας αὐτῶν. τὸ δ᾽ ἐν τῇ Σάμῳ ξόανον συμφώνως τῇ τῶν Αἰγυπτίων φιλοτεχνίᾳ κατὰ τὴν κορυφὴν διχοτομούμενον διορίζειν τοῦ ζώου τὸ μέσον μέχρι τῶν αἰδοίων, ἰσάζον ὁμοίως ἑαυτῷ πάντοϑεν: εἶναι δ᾽ αὐτὸ λέγουσι κατὰ τὸ πλεῖστον παρεμφερὲς τοῖς Αἰγυπτίοις, ὡς ἂν τὰς μὲν χεῖρας ἔχον παρατεταμένας, τὰ δὲ σκέλη διαβεβηκότα. Περὶ μὲν οὖν τῶν κατ᾽ Αἴγυπτον ἱστορουμένων καὶ μνήμης ἀξίων ἀρκεῖ τὰ ῥηϑέντα: ἡμεῖς δὲ κατὰ τὴν ἐν ἀρχῇ τῆς βίβλου πρόϑεσιν τὰς ἑξῆς πράξεις καὶ μυϑολογίας ἐν τῇ μετὰ ταύτην διέξιμεν, ἀρχὴν ποιησάμενοι τὰ κατὰ τὴν Ἀσίαν τοῖς Ἀσσυρίοις πραχϑέντα. 1 κατακαίνωσι C, κατακενῶσι F, καταξάνωσι Dind. 6 τοῦ ζώου om. II 12 κορυφὴν Rhod., ὀροφὴν codices 23 πραχϑέντα] περὶ μὲν οὖν τῶν κατ᾽ Αἴγυπτον ἱστορουμένων καὶ μνήμης ἀξίων ἀρκεσϑέντες ταύτην μὲν τὴν βύβλον αὐτοῦ καταλήξομεν, τὴν δ᾽ ἐχομένην ταύτης ἀναπληρώσομεν ταῖς ἄλλαις βαρβαρικαῖς πράξεσιν ἄλλοις ἔϑνεσι συντελεσϑείσαις ἐν τοῖς ἄλλοις χρόνοις add. ABD. Διοδώρου Σικελιώτου βιβλιοϑήκης ἱστορικῆς τῆς Α διῃρημένης τὸ Β subscr. D. Τάδε ἔνεστιν ἐν τῇ δευτέρᾳ τῶν Διοδώρου βίβλων. Περὶ Νίνου τοῦ πρώτου βασιλεύσαντος κατὰ τὴν Ἀσίαν καὶ τῶν ὑπ᾽ αὐτοῦ πραχϑέντων. Περὶ τῆς Σεμιράμιδος γενέσεως καὶ τῆς περὶ αὐτὴν αὐξήσεως. Ὡς Νίνος ὁ βασιλεὺς ἔγημε τὴν Σεμίραμιν διὰ τὴν ἀρετὴν αὐτῆς. Ὡς Σεμίραμις τελευτήσαντος Νίνου διαδεξαμένη τὴν βασιλείαν πολλὰς καὶ μεγάλας πράξεις ἐπετελέσατο. Κτίσις Βαβυλῶνος καὶ τῆς κατ᾽ αὐτὴν κατασκευῆς [ἀπαγγελία]. Περὶ τοῦ κρεμαστοῦ λεγομένου κήπου καὶ τῶν ἄλλων τῶν κατὰ τὴν Βαβυλωνίαν παραδόξων. Στρατεία Σεμιράμιδος εἰς Αἴγυπτον καὶ Αἰϑιοπίαν, ἔτι δὲ τὴν Ἰνδικήν. Περὶ τῶν ἀπογόνων ταύτης [καὶ] τῶν βασιλευσάντων κατὰ τὴν Ἀσίαν καὶ τῆς κατ᾽ αὐτοὺς τρυφῆς τε καὶ ῥᾳϑυμίας. Ὡς ἔσχατος Σαρδανάπαλλος ὁ βασιλεὺς διὰ τρυφὴν ἀπέβαλε τὴν ἀρχὴν ὑπὸ Ἀρβάκου τοῦ Μήδου. Περὶ τῶν Χαλδαίων καὶ τῆς παρατηρήσεως τῶν ἄστρων. Περὶ τῶν βασιλέων τῶν κατὰ τὴν Μηδίαν καὶ τῆς περὶ τούτων διαφωνίας παρὰ τοῖς ἱστοριογράφοις. Περὶ τοποϑεσίας τῆς Ἰνδικῆς καὶ τῶν κατὰ τὴν χώραν φυομένων καὶ τῶν παρ᾽ Ἰνδοῖς νομίμων. Περὶ Σκυϑῶν καὶ Ἀμαζόνων καὶ Ὑπερβορέων. Περὶ τῆς Ἀραβίας καὶ τῶν κατ᾽ αὐτὴν φυομένων καὶ μυϑολογουμένων. Περὶ τῶν νήσων τῶν ἐν τῇ μεσημβρίᾳ κατὰ τὸν ὠκεανὸν εὑρεϑεισῶν. 11 ἀπαγγελία om. II 13 τῶν om. vulg. τὴν om. D 16 καὶ del. Dind. 18 Σαρδανάπαλος vulg. 19 ὑπὸ βάκου CD?, ὑπὸ ἀρβακου D1 v. 21 et 22 ante v. 20 ponunt codices omnes praeter AD; in D haec omnia sunt in litura manu saec. XV scripta 22 παρὰ τοῖς ἱστοριογράφοις om. D 23 τοποϑεσία (περὶ om. D) CD.