Textus Originalis

BIBLOS DEUTERA

BIBLOS DEUTERA

ΒΙΒΛΟΣ ΔΕΥΤΕΡΑ. Ἡ μὲν πρὸ ταύτης βίβλος τῆς ὅλης συντάξεως οὖσα πρώτη περιέχει τὰς κατ᾽ Αἴγυπτον πράξεις: ἐν αἷς ὑπάρχει τά τε περὶ τῶν ϑεῶν παρ᾽ Αἰγυπτίοις μυϑολογούμενα καὶ περὶ τῆς τοῦ Νείλου φύσεως καὶ τἄλλα τὰ περὶ τοῦ ποταμοῦ τούτου παραδοξολογούμενα, πρὸς δὲ τούτοις περί τε τῆς κατ᾽ Αἴγυπτον χώρας καὶ τῶν ἀρχαίων βασιλέων τὰ ὑφ᾽ ἑκάστου πραχϑέντα. ἑξῆς δὲ κατετάχϑησαν αἱ κατασκευαὶ τῶν πυραμίδων τῶν ἀναγραφομένων ἐν τοῖς ἑπτὰ ϑαυμαζομένοις ἔργοις. ἔπειτα διήλϑομεν περὶ τῶν νόμων καὶ τῶν δικαστηρίων, ἔτι δὲ τῶν ἀφιερωμένων ζῴων παρ᾽ Αἰγυπτίοις τὰ ϑαυμαζόμενα, πρὸς δὲ τούτοις τὰ περὶ τῶν τετελευτηκότων νόμιμα, καὶ τῶν Ἑλλήνων ὅσοι τῶν ἐπὶ παιδείᾳ ϑαυμαζομένων παραβαλόντες εἰς Αἴγυπτον καὶ πολλὰ τῶν χρησίμων μαϑόντες μετήνεγκαν εἰς τὴν Ἑλλάδα. ἐν ταύτῃ δ᾽ ἀναγράψομεν τὰς κατὰ τὴν Ἀσίαν γενομένας πράξεις ἐν τοῖς ἀρχαίοις χρόνοις, τὴν ἀρχὴν ἀπὸ τῆς τῶν Ἀσσυρίων ἡγεμονίας ποιησάμενοι. Τὸ παλαιὸν τοίνυν κατὰ τὴν Ἀσίαν ὑπῆρχον ἐγχώριοι βασιλεῖς, ὧν οὔτε πρᾶξις ἐπίσημος οὔτε 1 μὲν] μὲν οὖν CF 10 ἔπειτα] δὲ add. D 12 παρ᾽ A. ζῴων vulg.