Textus Originalis

170 DIODORI SICULI

170 DIODORI SICULI

ὄνομα μνημονεύεται. πρῶτος δὲ τῶν εἰς ἱστορίαν καὶ μνήμην παραδεδομένων ἡμῖν Νίνος ὁ βασιλεὺς τῶν Ἀσσυρίων μεγάλας πράξεις ἐπετελέσατο: περὶ οὗ τὰ κατὰ μέρος ἀναγράφειν πειρασόμεϑα. γενόμενος γὰρ φύσει πολεμικὸς καὶ ζηλωτὴς τῆς ἀρετῆς καϑώπλισε τῶν νέων τοὺς κρατίστους: γυμνάσας δ᾽ αὐτοὺς πλείονα χρόνον συνήϑεις ἐποίησε πάσῃ κακοπαϑείᾳ καὶ πολεμικοῖς κινδύνοις. συστησάμενος οὖν στρατόπεδον ἀξιόλογον συμμαχίαν ἐποιήσατο πρὸς Ἀριαῖον τὸν βασιλέα τῆς Ἀραβίας, ἣ κατ᾽ ἐκείνους τοὺς χρόνους ἐδόκει πλήϑειν ἀλκίμων ἀνδρῶν. ἔστι δὲ καὶ καϑόλου τοῦτο τὸ ἔϑνος φιλελεύϑερον καὶ κατ᾽ οὐδένα τρόπον προσδεχόμενον ἔπηλυν ἡγεμόνα: διόπερ οὔϑ᾽ οἱ τῶν Περσῶν βασιλεῖς ὕστερον οὔϑ᾽ οἱ τῶν Μακεδόνων, καίπερ πλεῖστον ἰσχύσαντες, ἠδυνήϑησαν τοῦτο τὸ ἔϑνος καταδουλώσασϑαι. καϑόλου γὰρ ἡ Ἀραβία δυσπολέμητός ἐστι ξενικαῖς δυνάμεσι διὰ τὸ τὴν μὲν ἔρημον αὐτῆς εἶναι, τὴν δὲ ἄνυδρον καὶ διειλημμένην φρέασι κεκρυμμένοις καὶ μόνοις τοῖς ἐγχωρίοις γνωριζομένοις. ὁ δ᾽ οὖν τῶν Ἀσσυρίων βασιλεὺς Νίνος τὸν δυναστεύοντα τῶν Ἀράβων παραλαβὼν ἐστράτευσε μετὰ πολλῆς δυνάμεως ἐπὶ Βαβυλωνίους κατοικοῦντας ὅμορον χώραν: κατ᾽ ἐκείνους δὲ τοὺς χρόνους ἡ μὲν νῦν οὖσα Βαβυλὼν οὐκ ἦν ἐκτισμένη, κατὰ δὲ τὴν Βαβυλωνίαν ὑπῆρχον ἄλλαι πόλεις ἀξιόλογοι: ῥᾳδίως δὲ χειρωσάμενος τοὺς ἐγχωρίους διὰ τὸ τῶν ἐν τοῖς πολέμοις κινδύνων ἀπείρως ἔχειν, τούτοις μὲν ἔταξε 2 ἡμῖν om. vulg. 5 τῆς om. CF.