Textus Originalis

II 1. 2. 171

II 1. 2. 171

τελεῖν κατ᾽ ἐνιαυτὸν ὡρισμένους φόρους, τὸν δὲ βασιλέα τῶν καταπολεμηϑέντων λαβὼν μετὰ τῶν τέκνων αἰχμάλωτον ἀπέκτεινε. μετὰ δὲ ταῦτα πολλοῖς πλήϑεσιν εἰς τὴν Ἀρμενίαν ἐμβαλὼν καί τινας τῶν πόλεων ἀναστάτους ποιήσας κατεπλήξατο τοὺς ἐγχωρίους: διόπερ ὁ βασιλεὺς αὐτῶν Βαρζάνης, ὁρῶν αὑτὸν οὐκ ἀξιόμαχον ὄντα, μετὰ πολλῶν δώρων ἀπήντησε καὶ πᾶν ἔφησε ποιήσειν τὸ προσταττόμενον. ὁ δὲ Νίνος μεγαλοψύχως αὐτῷ χρησάμενος τῆς τε Ἀρμενίας συνεχώρησεν ἄρχειν καὶ φίλον ὄντα πέμπειν στρατιὰν καὶ τὴν χορηγίαν τῷ σφετέρῳ στρατοπέδῳ. ἀεὶ δὲ μᾶλλον αὐξόμενος ἐστράτευσεν εἰς τὴν Μηδίαν. ὁ δὲ ταύτης βασιλεὺς Φάρνος παραταξάμενος ἀξιολόγῳ δυνάμει καὶ λειφϑείς, τῶν τε στρατιωτῶν τοὺς πλείους ἀπέβαλε καὶ αὐτὸς μετὰ τέκνων ἑπτὰ καὶ γυναικὸς αἰχμάλωτος ληφϑεὶς ἀνεσταυρώϑη. Οὕτω δὲ τῶν πραγμάτων τῷ Νίνῳ προχωρούντων δεινὴν ἐπιϑυμίαν ἔσχε τοῦ καταστρέψασϑαι τὴν Ἀσίαν ἅπασαν τὴν ἐντὸς Τανάιδος καὶ Νείλου: ὡς ἐπίπαν γὰρ τοῖς εὐτυχοῦσιν ἡ τῶν πραγμάτων εὔροια τὴν τοῦ πλείονος ἐπιϑυμίαν παρίστησι. διόπερ τῆς μὲν Μηδίας σατράπην ἕνα τῶν περὶ αὑτὸν φίλων κατέστησεν, αὐτὸς δ᾽ ἐπῄει τὰ κατὰ τὴν Ἀσίαν ἔϑνη καταστρεφόμενος, καὶ χρόνον ἑπτακαιδεκαετῆ καταναλώσας πλὴν Ἰνδῶν καὶ Βακτριανῶν τῶν ἄλλων ἁπάντων κύριος ἐγένετο. τὰς μὲν οὖν καϑ᾽ ἕκαστα μάχας ἢ τὸν ἀριϑμὸν ἁπάντων 7 αὐτὸν D, ἑαυτὸν vulg. 15 πλείστους vulg. 22 εὔροια Herwerden, ἐπίρροια libri.