Textus Originalis
172 DIODORI SICULI
τῶν καταπολεμηϑέντων οὐδεὶς τῶν συγγραφέων ἀνέγραψε, τὰ δ᾽ ἐπισημότατα τῶν ἐϑνῶν ἀκολούϑως Κτησίᾳ τῷ Κνιδίῳ πειρασόμεϑα συντόμως ἐπιδραμεῖν. κατεστρέψατο μὲν γὰρ τῆς παραϑαλαττίου καὶ τῆς συνεχοῦς χώρας τήν τε Αἴγυπτον καὶ Φοινίκην, ἔτι δὲ Κοίλην Συρίαν καὶ Κιλικίαν καὶ Παμφυλίαν καὶ Λυκίαν, πρὸς δὲ ταύταις τήν τε Καρίαν καὶ Φρυγίαν καὶ Μυσίαν καὶ Λυδίαν, προσηγάγετο δὲ τήν τε Τρῳάδα καὶ τὴν ἐφ᾽ Ἑλλησπόντῳ Φρυγίαν καὶ Προποντίδα καὶ Βιϑυνίαν καὶ Καππαδοκίαν καὶ τὰ κατὰ τὸν Πόντον ἔϑνη βάρβαρα κατοικοῦντα μέχρι Τανάιδος, ἐκυρίευσε δὲ τῆς τε Καδουσίων χώρας καὶ Ταπύρων, ἔτι δ᾽ Ὑρκανίων καὶ Δραγγῶν, πρὸς δὲ τούτοις Δερβίκων καὶ Καρμανίων καὶ Χωρομναίων, ἔτι δὲ Βορκανίων καὶ Παρϑυαίων, ἐπῆλϑε δὲ καὶ τὴν Περσίδα καὶ τὴν Σουσιανὴν καὶ τὴν καλουμένην Κασπιανήν, εἰς ἥν εἰσιν εἰσβολαὶ στεναὶ παντελῶς, διὸ καὶ προσαγορεύονται Κάσπιαι πύλαι. πολλὰ δὲ καὶ ἄλλα τῶν ἐλαττόνων ἐϑνῶν προσηγάγετο, περὶ ὧν μακρὸν ἂν εἴη λέγειν. τῆς δὲ Βακτριανῆς οὔσης δυσεισβόλου καὶ πλήϑη μαχίμων ἀνδρῶν ἐχούσης, ἐπειδὴ πολλὰ πονήσας ἄπρακτος ἐγένετο, τὸν μὲν πρὸς Βακτριανοὺς πόλεμον εἰς ἕτερον ἀνεβάλετο καιρόν, τὰς δὲ δυνάμεις ἀναγαγὼν εἰς τὴν Ἀσσυρίαν ἐξελέξατο τόπον εὔϑετον εἰς πόλεως μεγάλης κτίσιν. ἐπιφανεστάτας γὰρ πράξεις τῶν πρὸ αὐτοῦ κατειργασμένος ἔσπευδε τηλι- 8 καὶ Μυσίαν om. D 12 τε] τε τῶν D Καδδουσίων CF 14 Φράγκων vulg. 15 Χωρομναίων] Ῥωμνῶν C 25 ἀπαγαγὼν II Συρίαν CF 26 μεγάλης om. D.