Textus Originalis

II 2. 3. 4. 173

II 2. 3. 4. 173

καύτην κτίσαι τὸ μέγεϑος πόλιν ὥστε μὴ μόνον αὐτὴν εἶναι μεγίστην τῶν τότε οὐσῶν κατὰ πᾶσαν τὴν οἰκουμένην, ἀλλὰ μηδὲ τῶν μεταγενεστέρων ἕτερον ἐπιβαλόμενον ῥᾳδίως ἂν ὑπερϑέσϑαι. τὸν μὲν οὖν τῶν Ἀράβων βασιλέα τιμήσας δώροις καὶ λαφύροις μεγαλοπρεπέσιν ἀπέλυσε μετὰ τῆς ἰδίας στρατιᾶς εἰς τὴν οἰκείαν, αὐτὸς δὲ τὰς πανταχόϑεν δυνάμεις καὶ παρασκευὰς πάντων τῶν ἐπιτηδείων ἀϑροίσας παρὰ τὸν Εὐφράτην ποταμὸν ἔκτισε πόλιν εὖ τετειχισμένην, ἑτερόμηκες αὐτῆς ὑποστησάμενος τὸ σχῆμα. εἶχε δὲ τῶν μὲν μακροτέρων πλευρῶν ἑκατέραν ἡ πόλις ἑκατὸν καὶ πεντήκοντα σταδίων, τῶν δὲ βραχυτέρων ἐνενήκοντα. διὸ καὶ τοῦ σύμπαντος περιβόλου συσταϑέντος ἐκ σταδίων τετρακοσίων καὶ ὀγδοήκοντα τῆς ἐλπίδος οὐ διεψεύσϑη: τηλικαύτην γὰρ πόλιν οὐδεὶς ὕστερον ἔκτισε κατά τε τὸ μέγεϑος τοῦ περιβόλου καὶ τὴν περὶ τὸ τεῖχος μεγαλοπρέπειαν. τὸ μὲν γὰρ ὕψος εἶχε τὸ τεῖχος ποδῶν ἑκατόν, τὸ δὲ πλάτος τρισὶν ἅρμασιν ἱππάσιμον ἦν: οἱ δὲ σύμπαντες πύργοι τὸν μὲν ἀριϑμὸν ἦσαν χίλιοι καὶ πεντακόσιοι, τὸ δ᾽ ὕψος εἶχον ποδῶν διακοσίων. κατῴκισε δ᾽ εἰς αὐτὴν τῶν μὲν Ἀσσυρίων τοὺς πλείστους καὶ δυνατωτάτους, ἀπὸ δὲ τῶν ἄλλων ἐϑνῶν τοὺς βουλομένους. καὶ τὴν μὲν πόλιν ὠνόμασεν ἀφ᾽ ἑαυτοῦ Νίνον, τοῖς δὲ κατοικισϑεῖσι πολλὴν τῆς ὁμόρου χώρας προσώρισεν. Ἐπεὶ δὲ μετὰ τὴν κτίσιν ταύτην ὁ Νίνος ἐστράτευσεν ἐπὶ τὴν Βακτριανήν, ἐν ᾗ δὴ Σεμίραμιν ἔγημε 4 ἐπιβαλλόμενον vulg. 9 παρὰ] ἐπὶ CF 20 ὠνόμασεν DE2, ἐκάλεσεν CF.