Textus Originalis

174 DIODORI SICULI

174 DIODORI SICULI

τὴν ἐπιφανεστάτην ἁπασῶν τῶν γυναικῶν ὧν παρειλήφαμεν, ἀναγκαῖόν ἐστι περὶ αὐτῆς προειπεῖν πῶς ἐκ ταπεινῆς τύχης εἰς τηλικαύτην προήχϑη δόξαν. κατὰ τὴν Συρίαν τοίνυν ἔστι πόλις Ἀσκάλων, καὶ ταύτης οὐκ ἄπωϑεν λίμνη μεγάλη καὶ βαϑεῖα πλήρης ἰχϑύων. παρὰ δὲ ταύτην ὑπάρχει τέμενος ϑεᾶς ἐπιφανοῦς, ἣν ὀνομάζουσιν οἱ Σύροι Δερκετοῦν: αὕτη δὲ τὸ μὲν πρόσωπον ἔχει γυναικός, τὸ δ᾽ ἄλλο σῶμα πᾶν ἰχϑύος διά τινας τοιαύτας αἰτίας. μυϑολογοῦσιν οἱ λογιώτατοι τῶν ἐγχωρίων τὴν Ἀφροδίτην προσκόψασαν τῇ προειρημένῃ ϑεᾷ δεινὸν ἐμβαλεῖν ἔρωτα νεανίσκου τινὸς τῶν ϑυόντων οὐκ ἀειδοῦς: τὴν δὲ Δερκετοῦν μιγεῖσαν τῷ Σύρῳ γεννῆσαι μὲν ϑυγατέρα, καταισχυνϑεῖσαν δ᾽ ἐπὶ τοῖς ἡμαρτημένοις τὸν μὲν νεανίσκον ἀφανίσαι, τὸ δὲ παιδίον εἴς τινας ἐρήμους καὶ πετρώδεις τόπους ἐκϑεῖναι: ἑαυτὴν δὲ διὰ τὴν αἰσχύνην καὶ λύπην ῥίψασαν εἰς τὴν λίμνην μετασχηματισϑῆναι τὸν τοῦ σώματος τύπον εἰς ἰχϑῦν: διὸ καὶ τοὺς Σύρους μέχρι τοῦ νῦν ἀπέχεσϑαι τούτου τοῦ ζῴου καὶ τιμᾶν τοὺς ἰχϑῦς ὡς ϑεούς. περὶ δὲ τὸν τόπον ὅπου τὸ βρέφος ἐξετέϑη πλήϑους περιστερῶν ἐννεοττεύοντος παραδόξως καὶ δαιμονίως ὑπὸ τούτων τὸ παιδίον διατρέφεσϑαι: τὰς μὲν γὰρ ταῖς πτέρυξι περιεχούσας τὸ σῶμα τοῦ βρέφους πανταχόϑεν ϑάλπειν, τὰς δ᾽ ἐκ τῶν σύνεγγυς ἐπαύλεων, ὁπότε τηρήσειαν τούς 1 τὴν] ἣν II ὧν om. II (et D!) 2 περὶ] ὑπὲρ II 4 τοίνυν om. D 13 ἀηδοὺς D 17 ἐκϑεῖναι] ἐν οἷς πολλοῦ πλήϑους περιστερῶν ἐννοσσεύειν εἰωϑότος (εἰωϑότων D) παραδόξως (οὖν add. D) τροφῆς καὶ σωτηρίας τυχεῖν τὸ βρέφος add. codices, del. Rhodomanus.