Textus Originalis
II 4. 5. 175
τε βουκόλους καὶ τοὺς ἄλλους νομεῖς ἀπόντας, ἐν τῷ στόματι φερούσας γάλα διατρέφειν παρασταζούσας ἀνὰ μέσον τῶν χειλῶν. ἐνιαυσίου δὲ τοῦ παιδίου γενομένου καὶ στερεωτέρας τροφῆς προσδεομένου, τὰς περιστερὰς ἀποκνιζούσας ἀπὸ τῶν τυρῶν παρέχεσϑαι τροφὴν ἀρκοῦσαν. τοὺς δὲ νομεῖς ἐπανιόντας καὶ ϑεωροῦντας περιβεβρωμένους τοὺς τυροὺς ϑαυμάσαι τὸ παράδοξον: παρατηρήσαντας οὖν καὶ μαϑόντας τὴν αἰτίαν εὑρεῖν τὸ βρέφος, διαφέρον τῷ κάλλει. εὐϑὺς οὖν αὐτὸ κομίσαντας εἰς τὴν ἔπαυλιν δωρήσασϑαι τῷ προεστηκότι τῶν βασιλικῶν κτηνῶν, ὄνομα Σίμμα: καὶ τοῦτον ἄτεκνον ὄντα τὸ παιδίον τρέφειν ὡς ϑυγάτριον μετὰ πάσης ἐπιμελείας, ὄνομα ϑέμενον Σεμίραμιν, ὅπερ ἐστὶ κατὰ τὴν τῶν Σύρων διάλεκτον παρωνομασμένον ἀπὸ τῶν περιστερῶν, ἃς ἀπ᾽ ἐκείνων τῶν χρόνων οἱ κατὰ Συρίαν ἅπαντες διετέλεσαν ὡς ϑεὰς τιμῶντες. Τὰ μὲν οὖν κατὰ τὴν γένεσιν τῆς Σεμιράμιδος μυϑολογούμενα σχεδὸν ταῦτ᾽ ἔστιν. ἤδη δ᾽ αὐτῆς ἡλικίαν ἐχούσης γάμου καὶ τῷ κάλλει πολὺ τὰς ἄλλας παρϑένους διαφερούσης, ἀπεστάλη παρὰ βασιλέως ὕπαρχος ἐπισκεψόμενος τὰ βασιλικὰ κτήνη: οὗτος δ᾽ ἐκαλεῖτο μὲν Ὄννης, πρῶτος δ᾽ ἦν τῶν ἐκ τοῦ βασιλικοῦ συνεδρίου καὶ τῆς Συρίας ἁπάσης ἀποδεδειγμένος ὕπαρχος. ὃς καταλύσας παρὰ 1 ἀπόντας Ursinus, om. ACDFG, λιπόντας ceteri, ἀποκεχωρηκότας Gemistus 8 ϑαυμάζειν CF 11 προεστῶτι vulg. 23 ἔπαρχος II ἐπισκεπτόμενος D — 24 μὲν Ὄννης] μεννόννης D, μενόνης CF 26 ἔπαρχος II.