Textus Originalis
176 DIODORI SICULI
τῷ Σίμμᾳ καὶ ϑεωρήσας τὴν Σεμίραμιν ἐϑηρεύϑη τῷ κάλλει: διὸ καὶ τοῦ Σίμμα καταδεηϑεὶς αὑτῷ δοῦναι τὴν παρϑένον εἰς γάμον ἔννομον, ἀπήγαγεν αὐτὴν εἰς Νίνον, καὶ γήμας ἐγέννησε δύο παῖδας, Ὑαπάτην καὶ Ὑδάσπην. τῆς δὲ Σεμιράμιδος ἐχούσης καὶ τἄλλα ἀκόλουϑα τῇ περὶ τὴν ὄψιν εὐπρεπείᾳ, συνέβαινε τὸν ἄνδρα τελέως ὑπ᾽ αὐτῆς δεδουλῶσϑαι, καὶ μηδὲν ἄνευ τῆς ἐκείνης γνώμης πράττοντα κατευστοχεῖν ἐν πᾶσι. καϑ᾽ ὃν δὴ χρόνον ὁ βασιλεύς, ἐπειδὴ τὰ περὶ τὴν κτίσιν τῆς ὁμωνύμου πόλεως συνετέλεσε, στρατεύειν ἐπὶ Βακτριανοὺς ἐπεχείρησεν. εἰδὼς δὲ τά τε πλήϑη καὶ τὴν ἀλκὴν τῶν ἀνδρῶν, ἔτι δὲ τὴν χώραν ἔχουσαν πολλοὺς τόπους ἀπροσίτους διὰ τὴν ὀχυρότητα, κατέλεξεν ἐξ ἁπάντων τῶν ὑπ᾽ αὐτὸν ἐϑνῶν στρατιωτῶν πλῆϑος: ἐπεὶ γὰρ τῆς πρότερον στρατείας ἀποτετευχὼς ἦν, ἔσπευδε πολλαπλασίονι παραγενέσϑαι δυνάμει πρὸς τὴν Βακτριανήν. συναχϑείσης δὲ τῆς στρατιᾶς πανταχόϑεν ἠριϑμήϑησαν, ὡς Κτησίας ἐν ταῖς ἱστορίαις ἀναγέγραφε, πεζῶν μὲν ἑκατὸν ἑβδομήκοντα μυριάδες, ἱππέων δὲ μιᾷ πλείους τῶν εἴκοσι μυριάδων, ἅρματα δὲ δρεπανηφόρα μικρὸν ἀπολείποντα τῶν μυρίων ἑξακοσίων. ἔστι μὲν οὖν ἄπιστον τοῖς αὐτόϑεν ἀκούσασι τὸ πλῆϑος τῆς στρατιᾶς, οὐ μὴν ἀδύνατόν γε φανήσεται τοῖς ἀναϑεωροῦσι τὸ τῆς Ἀσίας μέγεϑος καὶ τὰ πλήϑη τῶν κατοικούντων αὐτὴν ἐϑνῶν. εἰ γάρ τις ἀφεὶς τὴν 5 Ὑδάσπιν D σεμιράμεως D 12 ἐνεχείρησεν CF 14 τόπους πολλοὺς vulg. 16 τῆς π. στρατείας] κατὰ τὴν π. στρατείαν II 24 ἀκούουσι II 27 αὐτὴν om. D.