Textus Originalis
I 10. 11. 19
τῶν δὲ παρ᾽ Ἕλλησι παλαιῶν μυϑολόγων τινὲς τὸν Ὄσιριν Διόνυσον προσονομάζουσι καὶ Σείριον παρωνύμως: ὧν Εὔμολπος μὲν ἐν τοῖς Βακχικοῖς ἔπεσί φησιν ἀστροφαῆ Διόνυσον ἐν ἀκτίνεσσι πυρωπόν, Ὀρφεὺς δὲ τούνεκά μιν καλέουσι Φάνητά τε καὶ Διόνυσον. φασὶ δέ τινὲς καὶ τὸ ἔναμμα αὐτῷ τὸ τῆς νεβρίδος ἀπὸ τῆς τῶν ἄστρων ποικιλίας περιῆφϑαι. τὴν δὲ Ἶσιν μεϑερμηνευομένην εἶναι παλαιάν, τεϑειμένης τῆς προσηγορίας ἀπὸ τῆς ἀιδίου καὶ παλαιᾶς γενέσεως. κέρατα δ᾽ αὐτῇ ἐπιτιϑέασιν ἀπό τε τῆς ὄψεως ἣν ἔχουσα φαίνεται καϑ᾽ ὃν ἂν χρόνον ὑπάρχῃ μηνοειδής, καὶ ἀπὸ τῆς καϑιερωμένης αὐτῇ βοὸς παρ᾽ Αἰγυπτίοις. τούτους δὲ τοὺς ϑεοὺς ὑφίστανται τὸν σύμπαντα κόσμον διοικεῖν τρέφοντάς τε καὶ αὔξοντας πάντα τριμερέσιν ὥραις ἀοράτῳ κινήσει τὴν περίοδον ἀπαρτιζούσαις, τῇ τε ἐαρινῇ καὶ ϑερινῇ καὶ χειμερινῇ: ταύτας δ᾽ ἐναντιωτάτην ἀλλήλαις τὴν φύσιν ἐχούσας ἀπαρτίζειν τὸν ἐνιαυτὸν ἀρίστῃ συμφωνίᾳ: φύσιν δὲ συμβάλλεσϑαι πλείστην εἰς τὴν τῶν ἁπάντων ζωογονίαν τῶν ϑεῶν τούτων τὸν μὲν πυρώδους καὶ πνεύματος, τὴν δὲ ὑγροῦ καὶ ξηροῦ, κοινῇ δ᾽ ἀμφοτέρους ἀέρος: καὶ διὰ τούτων πάντα γεννᾶσϑαι καὶ τρέφεσϑαι. διὸ καὶ τὸ μὲν ἅπαν σῶμα τῆς τῶν ὅλων φύσεως ἐξ ἡλίου καὶ σελήνης 1 τὸν Ὄσιριν om. D 2 ἐπονομάζουσι CF σίριον D 5 ἀστροφανῆ CD 9 διῆφϑαι D 12 περιτιϑέασιν CF 15 ὑφίστανται] ἄν τις προβάλλονται add. D 20 τὴν φύσιν ἀλλήλαις CE 21 φύσιν] φασὶν Reiske πλεῖστα Wess.