Textus Originalis

20 DIODORI SICULI

20 DIODORI SICULI

ἀπαρτίζεσϑαι, τὰ δὲ τούτων μέρη πέντε τὰ προειρημένα, τό τε πνεῦμα καὶ τὸ πῦρ καὶ τὸ ξηρόν, ἔτι δὲ τὸ ὑγρὸν καὶ τὸ τελευταῖον τὸ ἀερῶδες, ὥσπερ ἐπ᾽ ἀνϑρώπου κεφαλὴν καὶ χεῖρας καὶ πόδας καὶ τἄλλα μέρη καταριϑμοῦμεν, τὸν αὐτὸν τρόπον τὸ σῶμα τοῦ κόσμου συγκεῖσϑαι πᾶν ἐκ τῶν προειρημένων. τούτων δ᾽ ἕκαστον ϑεὸν νομίσαι καὶ προσηγορίαν ἰδίαν ἑκάστῳ ϑεῖναι κατὰ τὸ οἰκεῖον τοὺς πρώτους διαλέκτῳ χρησαμένους διηρϑρωμένῃ τῶν κατ᾽ Αἴγυπτον ἀνϑρώπων. τὸ μὲν οὖν πνεῦμα Δία προσαγορεῦσαι μεϑερμηνευομένης τῆς λέξεως, ὃν αἴτιον ὄντα τοῦ ψυχικοῦ τοῖς ζῴοις ἐνόμισαν ὑπάρχειν πάντων οἱονεί τινα πατέρα. συμφωνεῖν δὲ τούτοις φασὶ καὶ τὸν ἐπιφανέστατον τῶν παρ᾽ Ἕλλησι ποιητῶν ἐπὶ τοῦ ϑεοῦ τούτου λέγοντα πατὴρ ἀνδρῶν τε ϑεῶν τε. τὸ δὲ πῦρ μεϑερμηνευόμενον Ἥφαιστον ὀνομάσαι, νομίσαντας μέγαν εἶναι ϑεὸν καὶ πολλὰ συμβάλλεσϑαι πᾶσιν εἰς γένεσίν τε καὶ τελείαν αὔξησιν. τὴν δὲ γῆν ὥσπερ ἀγγεῖόν τι τῶν φυομένων ὑπολαμβάνοντας μητέρα προσαγορεῦσαι: καὶ τοὺς Ἕλληνας δὲ ταύτην παραπλησίως Δήμητραν καλεῖν, βραχὺ μετατεϑείσης διὰ τὸν χρόνον τῆς λέξεως: τὸ γὰρ παλαιὸν ὀνομάζεσϑαι γῆν μητέρα, καϑάπερ καὶ τὸν Ὀρφέα προσμαρτυρεῖν λέγοντα Γῆ μήτηρ πάντων, Δημήτηρ πλουτοδότειρα. τὸ δ᾽ ὑγρὸν ὀνομάσαι λέγουσι τοὺς παλαιοὺς Ὠκεάνην, ὃ μεϑερμηνευόμενον μὲν εἶναι τροφὴν μητέρα, 8 ἑκάστῳ ϑεῖναι ἰδίαν D 10 ἀγορεῦσαι D 27 ὠκεάνην Wesseling (c. 19, 4), ὠκέλμην F, ὠκεανόν CD.