Textus Originalis

II 15. 16. 195

II 15. 16. 195

πολλοὶ καϑ᾽ ὑπερβολὴν λαμπρῶς κεκοσμημένοι τοῖς εἰς τὸν πόλεμον καταπληκτικοῖς. ἡ γὰρ Ἰνδικὴ χώρα διάφορος οὖσα τῷ κάλλει καὶ πολλοῖς διειλημμένη ποταμοῖς ἀρδεύεταί τε πολλαχοῦ καὶ διττοὺς καϑ᾽ ἕκαστον ἐνιαυτὸν ἐκφέρει καρπούς: διὸ καὶ τῶν πρὸς τὸ ζῆν ἐπιτηδείων τοσοῦτον ἔχει πλῆϑος ὥστε διὰ παντὸς ἄφϑονον ἀπόλαυσιν τοῖς ἐγχωρίοις παρέχεσϑαι. λέγεται δὲ μηδέποτε κατ᾽ αὐτὴν γεγονέναι σιτοδείαν ἢ φϑορὰν καρπῶν διὰ τὴν εὐκρασίαν τῶν τόπων. ἔχει δὲ καὶ τῶν ἐλεφάντων ἄπιστον πλῆϑος, οἳ ταῖς τε ἀλκαῖς καὶ ταῖς τοῦ σώματος ῥώμαις πολὺ προέχουσι τῶν ἐν τῇ Λιβύῃ γινομένων, ὁμοίως δὲ χρυσόν, ἄργυρον, σίδηρον, χαλκόν: πρὸς δὲ τούτοις λίϑων παντοίων καὶ πολυτελῶν ἔστιν ἐν αὐτῇ πλῆϑος, ἔτι δὲ τῶν ἄλλων ἁπάντων σχεδὸν τῶν πρὸς τρυφὴν καὶ πλοῦτον διατεινόντων. ὑπὲρ ὧν τὰ κατὰ μέρος ἡ Σεμίραμις ἀκούσασα προήχϑη μηδὲν προαδικηϑεῖσα τὸν πρὸς Ἰνδοὺς ἐξενεγκεῖν πόλεμον. ὁρῶσα δ᾽ αὑτὴν μεγάλων καϑ᾽ ὑπερβολὴν προσδεομένην δυνάμεων, ἐξέπεμψεν ἀγγέλους εἰς ἁπάσας τὰς σατραπείας, διακελευσαμένη τοῖς ἐπάρχοις καταγράφειν τῶν νέων τοὺς ἀρίστους, δοῦσα τὸν ἀριϑμὸν κατὰ τὰ μεγέϑη τῶν ἐϑνῶν: προσέταξε δὲ πᾶσι κατασκευάζειν καινὰς πανοπλίας καὶ τοῖς ἄλλοις ἅπασι λαμπρῶς παραγίνεσϑαι κεκοσμημένους μετὰ τρίτον ἔτος εἰς Βάκτρα. μετεπέμψατο δὲ καὶ ναυπηγοὺς ἔκ τε Φοινίκης καὶ Συρίας καὶ Κύπρου καὶ τῆς ἄλλης τῆς παραϑαλαττίου χώρας, οἷς ἄφϑονον 14 ἐν αὐτῇ ἐστι vulg. 20 πάσας II 21 σατραπείας Dindorf, στρατοπεδείας cod. 25 παραγενέσϑαι vulg. 13*