Textus Originalis

196 DIODORI SICULI

196 DIODORI SICULI

ὕλην μεταγαγοῦσα διεκελεύσατο κατασκευάζειν ποτάμια πλοῖα διαιρετά. ὁ γὰρ Ἰνδὸς ποταμός, μέγιστος ὢν τῶν περὶ τοὺς τόπους καὶ τὴν βασιλείαν αὐτῆς ὁρίζων, πολλῶν προσεδεῖτο πλοίων πρός τε τὴν διάβασιν καὶ πρὸς τὸ τοὺς Ἰνδοὺς ἀπὸ τούτων ἀμύνασϑαι: περὶ δὲ τὸν ποταμὸν οὐκ οὔσης ὕλης ἀναγκαῖον ἦν ἐκ τῆς Βακτριανῆς πεζῇ παρακομίζεσϑαι τὰ πλοῖα. ϑεωροῦσα δ᾽ ἡ Σεμίραμις ἑαυτὴν ἐν τῇ τῶν ἐλεφάντων χρείᾳ πολὺ λειπομένην, ἐπενοήσατο [τινα] κατασκευάζειν εἴδωλα τούτων τῶν ζῴων, ἐλπίζουσα καταπλήξεσϑαι τοὺς Ἰνδοὺς διὰ τὸ νομίζειν αὐτοὺς μηδ᾽ εἶναι τὸ σύνολον ἐλέφαντας ἐκτὸς τῶν κατὰ τὴν Ἰνδικήν. ἐπιλέξασα δὲ βοῶν μελάνων τριάκοντα μυριάδας τὰ μὲν κρέα τοῖς τεχνίταις καὶ τοῖς πρὸς τὴν τῶν κατασκευασμάτων ὑπηρεσίαν τεταγμένοις διένειμε, τὰς δὲ βύρσας συρράπτουσα καὶ χόρτου πληροῦσα κατεσκεύασεν εἴδωλα, κατὰ πᾶν ἀπομιμουμένη τὴν τῶν ζῴων τούτων φύσιν. ἕκαστον δὲ τούτων εἶχεν ἐντὸς ἄνδρα τὸν ἐπιμελησόμενον καὶ κάμηλον, ὑφ᾽ οὗ φερόμενον φαντασίαν τοῖς πόρρωϑεν ὁρῶσιν ἀληϑινοῦ ϑηρίου παρείχετο. οἱ δὲ ταῦτα κατασκευάζοντες αὐτῇ τεχνῖται προσεκαρτέρουν τοῖς ἔργοις ἔν τινι περιβόλῳ περιῳκοδομημένῳ καὶ πύλας ἔχοντι τηρουμένας ἐπιμελῶς, ὥστε μηδένα μήτε τῶν ἔσωϑεν ἐξιέναι τεχνιτῶν μήτε τῶν ἔξωϑεν εἰσιέναι πρὸς αὐτούς. τοῦτο δ᾽ ἐποίησεν, ὅπως μηδεὶς τῶν ἔξωϑεν ἴδῃ τὸ 10 τινὰ] τι codices, del. Hertlein εἴδωλα] ἰδίωμα codices, ἴνδαλμα Bekker, μίμημα Schäfer 16 τοῖς om. D 18 ἀπομιμούμενα conicio (c. 8, 4) 22 κατασκευάσαντες D.