Textus Originalis

I 11. 12. 21

I 11. 12. 21

παρ᾽ ἐνίοις δὲ τῶν Ἑλλήνων Ὠκεανὸν ὑπάρχειν ὑπειλῆφϑαι, περὶ οὗ καὶ τὸν ποιητὴν λέγειν Ὠκεανόν τε ϑεῶν γένεσιν καὶ μητέρα Τηϑύν. οἱ γὰρ Αἰγύπτιοι νομίζουσιν Ὠκεανὸν εἶναι τὸν παρ᾽ αὐτοῖς ποταμὸν Νεῖλον, πρὸς ᾧ καὶ τὰς τῶν ϑεῶν γενέσεις ὑπάρξαι: τῆς γὰρ πάσης οἰκουμένης κατὰ μόνην τὴν Αἴγυπτον εἶναι πόλεις πολλὰς ὑπὸ τῶν ἀρχαίων ϑεῶν ἐκτισμένας, οἷον Διός, Ἡλίου, Ἑρμοῦ, Ἀπόλλωνος, Πανός, Εἰλειϑυίας, ἄλλων πλειόνων. τὸν δ᾽ ἀέρα προσαγορεῦσαί φασιν Ἀϑηνᾶν μεϑερμηνευομένης τῆς λέξεως, καὶ Διὸς ϑυγατέρα νομίσαι ταύτην, καὶ παρϑένον ὑποστήσασϑαι διά τε τὸ ἄφϑορον εἶναι φύσει τὸν ἀέρα καὶ τὸν ἀκρότατον ἐπέχειν τόπον τοῦ σύμπαντος κόσμου: διόπερ ἐκ τῆς κορυφῆς τοῦ Διὸς μυϑολογηϑῆναι ταύτην γενέσϑαι. ὠνομάσϑαι δὲ αὐτὴν Τριτογένειαν ἀπὸ τοῦ τρὶς μεταβάλλειν αὐτῆς τὴν φύσιν κατ᾽ ἐνιαυτόν, ἔαρος καὶ ϑέρους καὶ χειμῶνος. λέγεσϑαι δ᾽ αὐτὴν καὶ Γλαυκῶπιν, οὐχ ὥσπερ ἔνιοι τῶν Ἑλλήνων ὑπέλαβον, ἀπὸ τοῦ τοὺς ὀφϑαλμοὺς ἔχειν γλαυκούς: τοῦτο μὲν γὰρ εὔηϑες ὑπάρχειν: ἀλλ᾽ ἀπὸ τοῦ τὸν ἀέρα τὴν πρόσοψιν ἔχειν ἔγγλαυκον. φασὶ δὲ τοὺς πέντε ϑεοὺς τοὺς προειρημένους πᾶσαν τὴν οἰκουμένην ἐπιπορεύεσϑαι, φανταζομένους τοῖς ἀνϑρώποις ἐν ἱερῶν ζῴων μορφαῖς, ἔστι δ᾽ ὅτε εἰς ἀνϑρώπων ἰδέας ἤ τινων ἄλλων μεταβάλλοντας: καὶ τοῦτο μὴ μυϑῶδες ὑπάρχειν, ἀλλὰ δυνατόν, εἴπερ 10 Ἀϑηνᾶν γενέσϑαι C, συνέβη ταύτην γενέσϑαι F, συνέβη ταύτην 21 τοῦτο ... ὑπάρχειν om. F 22 ὄψιν D 23 τὴν πᾶσαν D