Textus Originalis

202 DIODORI SICULI

202 DIODORI SICULI

δεινὸν ἡ Σεμίραμις ταχέως ἀφίππευσε, πολὺ λειπομένου κατὰ τὸ τάχος τοῦ διώκοντος ϑηρίου. πάντων δὲ φευγόντων ἐπὶ τὴν σχεδίαν, τοσούτου πλήϑους εἰς ἕνα καὶ στενὸν βιαζομένου τόπον οἱ μὲν τῆς βασιλίσσης ὑπ᾽ ἀλλήλων ἀπέϑνησκον συμπατούμενοι καὶ φυρόμενοι παρὰ φύσιν ἀναμὶξ ἱππεῖς τε καὶ πεζοί, τῶν δὲ Ἰνδῶν ἐπικειμένων ὠσμὸς ἐγίνετο βίαιος ἐπὶ τῆς γεφύρας διὰ τὸν φόβον, ὥστε πολλοὺς ἐξωϑουμένους ἐφ᾽ ἑκάτερα μέρη τῆς γεφύρας ἐμπίπτειν εἰς τὸν ποταμόν. ἡ δὲ Σεμίραμις, ἐπειδὴ τὸ πλεῖστον μέρος τῶν ἀπὸ τῆς μάχης διασωζομένων διὰ τὸν ποταμὸν ἔτυχε τῆς ἀσφαλείας, ἀπέκοψε τοὺς συνέχοντας δεσμοὺς τὴν γέφυραν: ὧν λυϑέντων ἡ μὲν σχεδία κατὰ πολλὰ διαιρεϑεῖσα μέρη καὶ συχνοὺς ἐφ᾽ ἑαυτῆς ἔχουσα τῶν διωκόντων Ἰνδῶν ὑπὸ τῆς τοῦ ῥεύματος σφοδρότητος ὡς ἔτυχε κατηνέχϑη, καὶ πολλοὺς μὲν τῶν Ἰνδῶν διέφϑειρε, τῇ δὲ Σεμιράμιδι πολλὴν ἀσφάλειαν παρεσκεύασε, κωλύσασα τὴν τῶν πολεμίων ἐπ᾽ αὐτὴν διάβασιν. μετὰ δὲ ταῦϑ᾽ ὁ μὲν τῶν Ἰνδῶν βασιλεύς, διοσημιῶν αὐτῷ γενομένων καὶ τῶν μάντεων ἀποφαινομένων σημαίνεσϑαι τὸν ποταμὸν μὴ διαβαίνειν, ἡσυχίαν ἔσχεν, ἡ δὲ Σεμίραμις ἀλλαγὴν ποιησαμένη τῶν αἰχμαλώτων ἐπανῆλϑεν εἰς Βάκτρα, δύο μέρη τῆς δυνάμεως ἀποβεβληκυῖα. Μετὰ δέ τινα χρόνον ὑπὸ Νινύου τοῦ υἱοῦ δι᾽ εὐνούχου τινὸς ἐπιβουλευϑεῖσα, καὶ τὸ παρ᾽ Ἄμμωνος λόγιον ἀνανεωσαμένη, τὸν ἐπιβουλεύσαντα 3 σχεδίαν] καὶ add. vulg. 15 ἐπ᾽ αὐτῆς D 20 διοσημειῶν D, διοσημασιῶν CF 28 Ἄμμωνι CDF.