Textus Originalis
II 19. 20. 203
κακὸν οὐδὲν εἰργάσατο, τοὐναντίον δὲ τὴν βασιλείαν αὐτῷ παραδοῦσα καὶ τοῖς ὑπάρχοις ἀκούειν ἐκείνου προστάξασα, ταχέως ἠφάνισεν ἑαυτήν, ὡς εἰς ϑεοὺς κατὰ τὸν χρησμὸν μεταστησομένη. ἔνιοι δὲ μυϑολογοῦντές φασιν αὐτὴν γενέσϑαι περιστεράν, καὶ πολλῶν ὀρνέων εἰς τὴν οἰκίαν καταπετασϑέντων μετ᾽ ἐκείνων ἐκπετασϑῆναι: διὸ καὶ τοὺς Ἀσσυρίους τὴν περιστερὰν τιμᾶν ὡς ϑεόν, ἀπαϑανατίζοντας τὴν Σεμίραμιν. αὕτη μὲν οὖν βασιλεύσασα τῆς Ἀσίας ἁπάσης πλὴν Ἰνδῶν ἐτελεύτησε τὸν προειρημένον τρόπον, βιώσασα μὲν ἔτη ἑξήκοντα δύο, βασιλεύσασα δὲ δύο πρὸς τοῖς τετταράκοντα. Κτησίας μὲν οὖν ὁ Κνίδιος περὶ Σεμιράμιδος τοιαῦϑ᾽ ἱστόρηκεν: Ἀϑήναιος δὲ καί τινες τῶν ἄλλων συγγραφέων φασὶν αὐτὴν ἑταίραν γεγονέναι εὐπρεπῆ, καὶ διὰ τὸ κάλλος ἐρωτικῶς ἔχειν αὐτῆς τὸν βασιλέα τῶν Ἀσσυρίων. τὸ μὲν οὖν πρῶτον μετρίας αὐτὴν ἀποδοχῆς τυγχάνειν ἐν τοῖς βασιλείοις, μετὰ δὲ ταῦτα γνησίαν ἀναγορευϑεῖσαν γυναῖκα πεῖσαι τὸν βασιλέα πένϑ᾽ ἡμέρας αὐτῇ παραχωρῆσαι τῆς βασιλείας. τὴν δὲ Σεμίραμιν ἀναλαβοῦσαν τό τε σχῆπτρον καὶ τὴν βασίλειον στολὴν κατὰ μὲν τὴν πρώτην ἡμέραν εὐωχίαν ποιῆσαι καὶ μεγαλοπρεπῆ δεῖπνα, ἐν οἷς τοὺς τῶν δυνάμεων ἡγεμόνας καὶ πάντας τοὺς ἐπιφανεστάτους πεῖσαι συμπράττειν ἑαυτῇ: τῇ δ᾽ ὑστεραίᾳ τοῦ τε πλήϑους καὶ τῶν ἀξιολογωτάτων ἀνδρῶν ὡς βασίλισσαν ϑεραπευόντων τὸν μὲν ἄνδρα καταβαλεῖν εἰς τὴν εἱρκτήν, αὐτὴν δὲ φύσει μεγαλ- 11 δύο] καὶ δύο vulg. 14 ἱστόρησεν D.