Textus Originalis

II 23. 24. 209

II 23. 24. 209

πολλοῖς τὸ ἀποβησόμενον ἀδιαπτώτως: διὸ καὶ ϑαυμαζόμενος ἐπὶ τούτοις τῷ στρατηγῷ τῶν Μήδων ὄντι φίλῳ προεῖπεν ὅτι πάντως αὐτὸν δεῖ βασιλεῦσαι πάσης τῆς χώρας ἧς ἄρχει Σαρδανάπαλλος. ὁ δ᾽ Ἀρβάκης ἐπαινέσας τὸν ἄνδρα, τούτῳ μὲν ἐπηγγείλατο δώσειν σατραπείαν τῆς Βαβυλωνίας, τῆς πράξεως ἐπὶ τέλος ἐλϑούσης, αὐτὸς δὲ καϑαπερεί τινος ϑεοῦ φωνῇ μετεωρισϑεὶς τοῖς τε ἡγεμόσι τῶν ἄλλων ἐϑνῶν συνίστατο καὶ πρὸς τὰς ἑστιάσεις καὶ κοινὰς ὁμιλίας ἐκτενῶς ἅπαντας παρελάμβανε, φιλίαν κατασκευάζων πρὸς ἕκαστον. ἐφιλοτιμήϑη δὲ καὶ τὸν βασιλέα κατ᾽ ὄψιν ἰδεῖν καὶ τὸν τούτου βίον ὅλον κατασκέψασϑαι. διόπερ δούς τινι τῶν εὐνούχων χρυσῆν φιάλην εἰσήχϑη πρὸς τὸν Σαρδανάπαλλον, καὶ τήν τε τρυφὴν αὐτοῦ καὶ τὸν γυναικώδη τῶν ἐπιτηδευμάτων ζῆλον ἀκριβῶς κατανοήσας κατεφρόνησε μὲν τοῦ βασιλέως ὡς οὐδενὸς ἀξίου, προήχϑη δὲ πολὺ μᾶλλον ἀντέχεσϑαι τῶν δοϑεισῶν ἐλπίδων ὑπὸ τοῦ Χαλδαίου. τέλος δὲ συνωμοσίαν ἐποιήσατο πρὸς τὸν Βέλεσυν, ὥστε αὐτὸν μὲν Μήδους ἀποστῆσαι καὶ Πέρσας, ἐκεῖνον δὲ πεῖσαι Βαβυλωνίους κοινωνῆσαι τῆς πράξεως καὶ τὸν τῶν Ἀράβων ἡγεμόνα φίλον ὄντα προσλαβέσϑαι πρὸς τὴν τῶν ὅλων ἐπίϑεσιν. ὡς δ᾽ ὁ ἐνιαύσιος τῆς στρατείας διεληλύϑει χρόνος, διαδοχῆς δ᾽ ἑτέρας ἐλϑούσης ἀπελύϑησαν οἱ πρότεροι κατὰ τὸ ἔϑος εἰς τὰς πατρίδας, ἐνταῦϑα ὁ Ἀρβάκης ἔπεισε τοὺς 10 φιλίας D 11 ἐγκατασκευάζων codices, corr. Gemistus 12 ὅλον τούτου βίον vulg. 15 τε om. D 23 Ἀράβων] βαρβάρων II.