Textus Originalis
210 DIODORI SICULI
μὲν Μήδους ἐπιϑέσϑαι τῇ βασιλείᾳ, Πέρσας δ᾽ ἐπ᾽ ἐλευϑερίᾳ κοινωνῆσαι τῆς συνωμοσίας. παραπλησίως δὲ καὶ ὁ Βέλεσυς τούς τε Βαβυλωνίους ἔπεισεν ἀντέχεσϑαι τῆς ἐλευϑερίας, καὶ πρεσβεύσας εἰς Ἀραβίαν παρεστήσατο τὸν ἡγούμενον τῶν ἐγχωρίων, ὄντα φίλον αὐτοῦ καὶ ξένον, μετασχεῖν τῆς ἐπιϑέσεως. τοῦ δ᾽ ἐνιαυσίου χρόνου διελϑόντος πάντες οὗτοι πλῆϑος στρατιωτῶν συναγαγόντες ἧκον πανδημεὶ πρὸς τὴν Νίνον, τῷ μὲν λόγῳ διαδοχὴν ἄγοντες, ὡς ἦν σύνηϑες, τῇ δ᾽ ἀληϑείᾳ καταλύσοντες τὴν τῶν Ἀσσυρίων ἡγεμονίαν. ἀϑροισϑέντων οὖν τῶν προειρημένων τεττάρων ἐϑνῶν εἰς ἕνα τόπον, ὁ μὲν σύμπας αὐτῶν ἀριϑμὸς ὑπῆρχεν εἰς τετταράκοντα μυριάδας, εἰς μίαν δὲ παρεμβολὴν συνελϑόντες ἐβουλεύοντο κοινῇ περὶ τοῦ συμφέροντος. Σαρδανάπαλλος δὲ γνοὺς τὴν ἀπόστασιν εὐϑὺς ἐξήγαγεν ἐπ᾽ αὐτοὺς τὰς ἀπὸ τῶν ἄλλων ἐϑνῶν δυνάμεις. καὶ τὸ μὲν πρῶτον γενομένης ἐν τῷ πεδίῳ παρατάξεως ἐλείφϑησαν οἱ τὴν ἀπόστασιν ποιησάμενοι, καὶ πολλοὺς ἀποβαλόντες συνεδιώχϑησαν εἰς ὄρος ἀπέχον τῆς Νίνου σταδίους ἑβδομήκοντα: μετὰ δὲ ταῦτα πάλιν καταβάντων αὐτῶν εἰς τὸ πεδίον καὶ πρὸς μάχην παρασκευαζομένων, ὁ μὲν Σαρδανάπαλλος ἀντιτάξας τὴν ἰδίαν στρατιὰν προαπέστειλε πρὸς τὸ τῶν πολεμίων στρατόπεδον τοὺς κηρύξοντας διότι Σαρδανάπαλλος τοῖς μὲν ἀνελοῦσιν Ἀρβάκην τὸν Μῆδον δώσει χρυσίου διακόσια τάλαντα, τοῖς δὲ ζῶντα παραδοῦσι χρή- 2 συνωμοσίας Dindorf, ἡγεμονίας libri 19 παρατάξεως] μάχης D.