Textus Originalis
22 DIODORI SICULI
οὗτοι πρὸς ἀλήϑειάν εἰσιν οἱ πάντα γεννῶντες. καὶ τὸν ποιητὴν δὲ εἰς Αἴγυπτον παραβαλόντα καὶ μετασχόντα παρὰ τῶν ἱερέων τῶν τοιούτων λόγων ϑεῖναί που κατὰ τὴν ποίησιν τὸ προειρημένον ὡς γινόμενον, καί τε ϑεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι παντοῖοι τελέϑοντες ἐπιστρωφῶσι πόληας, ἀνϑρώπων ὕβριν τε καὶ εὐνομίην ἐσορῶντες. περὶ μὲν οὖν τῶν ἐν οὐρανῷ ϑεῶν καὶ γένεσιν ἀίδιον ἐσχηκότων τοσαῦτα λέγουσιν Αἰγύπτιοι. Ἄλλους δ᾽ ἐκ τούτων ἐπιγείους γενέσϑαι φασίν, ὑπάρξαντας μὲν ϑνητούς, διὰ δὲ σύνεσιν καὶ κοινὴν ἀνϑρώπων εὐεργεσίαν τετευχότας τῆς ἀϑανασίας, ὧν ἐνίους καὶ βασιλεῖς γεγονέναι κατὰ τὴν Αἴγυπτον. μεϑερμηνευομένων δ᾽ αὐτῶν τινὰς μὲν ὁμωνύμους ὑπάρχειν τοῖς οὐρανίοις, τινὰς δ᾽ ἰδίαν ἐσχηκέναι προσηγορίαν, Ἥλιόν τε καὶ Κρόνον καὶ Ῥέαν, ἔτι δὲ Δία τὸν ὑπό τινων Ἄμμωνα προσαγορευόμενον, πρὸς δὲ τούτοις Ἥραν καὶ Ἥφαιστον, ἔτι δ᾽ Ἑστίαν καὶ τελευταῖον Ἑρμῆν. καὶ πρῶτον μὲν Ἥλιον βασιλεῦσαι τῶν κατ᾽ Αἴγυπτον, ὁμώνυμον ὄντα τῷ κατ᾽ οὐρανὸν ἄστρῳ. ἔνιοι δὲ τῶν ἱερέων φασὶ πρῶτον Ἥφαιστον βασιλεῦσαι, πυρὸς εὑρετὴν γενόμενον καὶ διὰ τὴν εὐχρηστίαν ταύτην τυχόντα τῆς ἡγεμονίας: γενομένου γὰρ ἐν τοῖς ὄρεσι κεραυνοβόλου δένδρου καὶ τῆς πλησίον ὕλης καομένης προσελϑόντα τὸν Ἥφαιστον κατὰ τὴν χειμέριον ὥραν ἡσϑῆναι διαφερόντως ἐπὶ τῇ ϑερμασίᾳ, λήγοντος δὲ τοῦ πυρὸς ἀεὶ τῆς ὕλης ἐπιβάλλειν, καὶ 15 ὁμωνύμως D — 25 καομένης om. D.