Textus Originalis

II 24. 25. 211

II 24. 25. 211

ματα μὲν δωρήσεται δὶς τοσαῦτα, τῆς δὲ Μηδίας ὕπαρχον καταστήσει. παραπλησίως δ᾽ ἐπηγγείλατο δώσειν δωρεὰς τοῖς Βέλεσυν τὸν Βαβυλώνιον ἀνελοῦσιν ἢ ζωγρήσασιν. οὐδενὸς δὲ προσέχοντος τοῖς κηρύγμασι, συνῆψε μάχην: καὶ πολλοὺς μὲν ἐφόνευσε τῶν ἀποστατῶν, τὸ δ᾽ ἄλλο πλῆϑος συνεδίωξεν εἰς τὴν ἐν τοῖς ὄρεσι παρεμβολήν. οἱ δὲ περὶ τὸν Ἀρβάκην διὰ τὰς ἥττας ἀϑυμοῦντες συνήγαγον τῶν φίλων συνέδριον καὶ προέϑηκαν βουλὴν τί δέοι πράττειν. οἱ πλεῖστοι μὲν οὖν ἔφασαν δεῖν εἰς τὰς πατρίδας ἀπιέναι καὶ τόπους ὀχυροὺς καταλαμβάνεσϑαι καὶ τῶν ἄλλων τῶν εἰς τὸν πόλεμον χρησίμων τὴν ἐνδεχομένην παρασκευὴν ποιεῖσϑαι: Βέλεσυς δ᾽ ὁ Βαβυλώνιος, φήσας τοὺς ϑεοὺς αὐτοῖς σημαίνειν μετὰ πόνων καὶ κακοπαϑείας ἐπὶ τέλος ἄξειν τὴν προαίρεσιν, καὶ τἄλλα παρακαλέσας ἐνδεχομένως, ἔπεισεν ἅπαντας ὑπομένειν τοὺς κινδύνους. γενομένης οὖν τρίτης παρατάξεως πάλιν ὁ βασιλεὺς ἐνίκησε, καὶ τῆς τε παρεμβολῆς τῶν ἀποστατῶν ἐκυρίευσε καὶ τοὺς ἡττηϑέντας ἐδίωξε μέχρι τῶν ὅρων τῆς Βαβυλωνίας: συνέβη δὲ καὶ τὸν Ἀρβάκην αὐτὸν λαμπρότατα κινδυνεύσαντα καὶ πολλοὺς ἀνελόντα τῶν Ἀσσυρίων γενέσϑαι τραυματίαν. τηλικούτων δ᾽ ἐλαττωμάτων κατὰ τὸ συνεχὲς γινομένων τοῖς ἀφεστηκόσιν, οἱ τὰς ἡγεμονίας ἔχοντες ἀπελπίσαντες περὶ τῆς νίκης παρεσκευάζοντο διαχωρίζεσϑαι πρὸς τοὺς οἰκείους ἕκαστοι τόπους. 2 ἔπαρχον vulg. παραπλησίας Gemistus 8 τὴν ἧτταν II 18 τρίτης om. II 19 τε παρεμβολῆς] παρεμβολῆς καὶ vulg. 23 τῶν] ὑπὸ τῶν D 24 γενομένων vulg. 14*