Textus Originalis

212 DIODORI SICULI

212 DIODORI SICULI

ὁ δὲ Βέλεσυς ἐν ὑπαίϑρῳ τὴν νύκτα διηγρυπνηκὼς καὶ περὶ τὴν τῶν ἄστρων παρατήρησιν φιλοτιμηϑείς, ἔφησε τοῖς ἀπηλπικόσι τὰ πράγματα, ἂν πένϑ᾽ ἡμέρας ἀναμείνωσιν, αὐτομάτην ἥξειν βοήϑειαν καὶ μεταβολὴν ἔσεσϑαι τῶν ὅλων παμμεγέϑη εἰς τοὐναντίον: ταῦτα γὰρ ὁρᾶν διὰ τῆς τῶν ἄστρων ἐμπειρίας προσημαίνοντας αὐτοῖς τοὺς ϑεούς: καὶ παρεκάλει ταύτας τὰς ἡμέρας μείναντας πεῖραν λαβεῖν τῆς ἰδίας τέχνης καὶ τῆς τῶν ϑεῶν εὐεργεσίας. Μετακληϑέντων οὖν πάντων πάλιν καὶ τὸν ὡρισμένον χρόνον ἀναμεινάντων, ἧκέ τις ἀπαγγέλλων διότι δύναμις ἐκ τῆς Βακτριανῆς ἀπεσταλμένη τῷ βασιλεῖ πλησίον ἐστὶ πορευομένη κατὰ σπουδήν. ἔδοξεν οὖν τοῖς περὶ τὸν Ἀρβάκην ἀπαντῆσαι τοῖς στρατηγοῖς τὴν ταχίστην ἀναλαβόντας τῶν στρατιωτῶν τοὺς κρατίστους καὶ μάλιστ᾽ εὐζώνους, ὅπως, ἂν μὴ διὰ τῶν λόγων τοὺς Βακτριανοὺς δύνωνται πεῖσαι συναποστῆναι, τοῖς ὅπλοις βιάσωνται μετασχεῖν τῶν αὐτῶν ἐλπίδων. τέλος δὲ πρὸς τὴν ἐλευϑερίαν ἀσμένως ὑπακουσάντων τὸ μὲν πρῶτον τῶν ἡγεμόνων, ἔπειτα καὶ τῆς ὅλης δυνάμεως, πάντες ἐν ταὐτῷ κατεστρατοπέδευσαν. ὅτε δὴ συνέβη τὸν βασιλέα τῶν Ἀσσυρίων τὴν μὲν ἀπόστασιν τῶν Βακτριανῶν ἀγνοοῦντα, ταῖς δὲ προγεγενημέναις εὐημερίαις μετεωρισϑέντα, τραπῆναι πρὸς ἄνεσιν, καὶ τοῖς στρατιώταις διαδοῦναι πρὸς εὐωχίαν ἱερεῖα καὶ πλῆϑος οἴνου τε καὶ τῶν ἄλλων ἐπιτηδείων. διό- 10 πάλιν ἁπάντων vulg. 17 δυνήσωνται D 19 τέλος δὲ] τούτων δὲ aut ὧν conicio (nisi forte maior lacuna subest) 26 μεταδοῦναι II.