Textus Originalis

II 25. 26. 213

II 25. 26. 213

περ τῆς δυνάμεως ἁπάσης ἑστιωμένης, οἱ περὶ τὸν Ἀρβάκην παρά τινων αὐτομόλων πυϑόμενοι τὴν ἐν τῇ παρεμβολῇ τῶν πολεμίων ῥᾳϑυμίαν καὶ μέϑην, νυκτὸς ἀπροσδοκήτως τὴν ἐπίϑεσιν ἐποιήσαντο. προσπεσόντες δὲ συντεταγμένοι μὲν ἀσυντάκτοις, ἕτοιμοι δ᾽ ἀπαρασκεύοις, τῆς τε παρεμβολῆς ἐκράτησαν καὶ τῶν στρατιωτῶν πολλοὺς ἀνελόντες τοὺς ἄλλους μέχρι τῆς πόλεως κατεδίωξαν. μετὰ δὲ ταῦτα ὁ μὲν βασιλεὺς Σαλαιμένην τὸν ἀδελφὸν τῆς γυναικὸς ἀποδείξας στρατηγόν, αὐτὸς τῶν κατὰ τὴν πόλιν ἐπιμέλειαν ἐποιεῖτο: οἱ δ᾽ ἀποστάται κατὰ τὸ πεδίον τὸ πρὸ τῆς πόλεως παραταξάμενοι δυσὶ μάχαις ἐνίκησαν τοὺς Ἀσσυρίους, καὶ τόν τε Σαλαιμένην ἀνεῖλον καὶ τῶν ἀντιταξαμένων τοὺς μὲν ἐν τῇ φυγῇ κατέσφαξαν, τοὺς δ᾽ ἀποκλεισϑέντας τῆς εἰς τὴν πόλιν ἐπανόδου, καὶ συναναγκασϑέντας ἑαυτοὺς ῥιπτεῖν εἰς τὸν Εὐφράτην ποταμὸν πλὴν ὀλίγων ἅπαντας ἀνεῖλον. τοσοῦτο δὲ πλῆϑος ἦν τῶν φονευϑέντων ὥστε τὸ φερόμενον ῥεῦμα κραϑὲν αἵματι τὴν χρόαν ἐφ᾽ ἱκανὸν τόπον μεταβαλεῖν. ἔπειτα τοῦ βασιλέως συγκλεισϑέντος εἰς πολιορκίαν πολλὰ τῶν ἐϑνῶν ἀφίστατο, ἑκάστου πρὸς τὴν ἐλευϑερίαν αὐτομολοῦντος. ὁ δὲ Σαρδανάπαλλος ὁρῶν τὴν ὅλην βασιλείαν ἐν τοῖς μεγίστοις οὖσαν κινδύνοις, τοὺς μὲν υἱοὺς τρεῖς ὄντας καὶ ϑυγατέρας δύο μετὰ πολλῶν χρημάτων εἰς Παφλαγονίαν ἀπέστειλε πρὸς Κότταν τὸν ἔπαρχον, ὄντα τῶν ἀρχομένων εὐνούστατον, αὐτὸς δὲ βιβλιαφόρους ἀποστείλας πρὸς 9 et 13 Σαλαιμένην D 22 ἀφίστατο] ἀφίσταντο τοῦ βασιλέως D 27 τὸν om. D.