Textus Originalis
214 DIODORI SICULI
ἅπαντας τοὺς ὑπ᾽ αὐτὸν τεταγμένους μετεπέμπετο δυνάμεις καὶ τὰ πρὸς τὴν πολιορκίαν παρεσκευάζετο. ἦν δ᾽ αὐτῷ λόγιον παραδεδομένον ἐκ προγόνων ὅτι τὴν Νίνον οὐδεὶς ἑλεῖ κατὰ κράτος, ἐὰν μὴ πρότερον ὁ ποταμὸς τῇ πόλει γένηται πολέμιος. ὑπολαμβάνων οὖν τοῦτο μηδέποτε ἔσεσϑαι, ταῖς ἐλπίσι ἀντεῖχε, διανοούμενος ὑπομένειν τὴν πολιορκίαν καὶ τὰ παρὰ τῶν ὑποτεταγμένων ἀποσταλησόμενα στρατόπεδα προσδέχεσϑαι. Οἱ δ᾽ ἀποστάται τοῖς προτερήμασιν ἐπαρϑέντες προσέκειντο μὲν τῇ πολιορκίᾳ, διὰ δὲ τὴν ὀχυρότητα τῶν τειχῶν οὐδὲν ἠδύναντο βλάψαι τοὺς ἐν τῇ πόλει: πετροβόλοι γὰρ ἢ χελῶναι χωστρίδες ἢ κριοὶ πρὸς ἀνατροπὴν μεμηχανημένοι τειχῶν οὔπω κατ᾽ ἐκείνους τοὺς καιροὺς εὕρηντο. τῶν δ᾽ ἐπιτηδείων ἁπάντων οἱ κατὰ τὴν πόλιν πολλὴν εἶχον δαψίλειαν, προνενοημένου τοῦ βασιλέως τούτου τοῦ μέρους. διὸ καὶ χρονιζούσης τῆς πολιορκίας ἐπ᾽ ἔτη μὲν δύο προσέκειντο προσβολὰς ποιούμενοι τοῖς τείχεσι καὶ τῆς ἐπὶ τὴν χώραν ἐξόδου τοὺς ἐκ τῆς πόλεως εἴργοντες: τῷ τρίτῳ δ᾽ ἔτει συνεχῶς ὄμβρων μεγάλων καταρραγέντων συνέβη τὸν Εὐφράτην μέγαν γενόμενον κατακλῦσαί τε μέρος τῆς πόλεως καὶ καταβαλεῖν τὸ τεῖχος ἐπὶ σταδίους εἴκοσιν. ἐνταῦϑα ὁ βασιλεὺς νομίσας τετελέσϑαι τὸν χρησμὸν καὶ τῇ πόλει τὸν ποταμὸν γεγονέναι φανερῶς πολέμιον, ἀπέγνω τὴν σωτηρίαν. ἵνα δὲ μὴ τοῖς πολεμίοις ὑποχείριος γένηται, πυ- 6 οὖν] δὲ vulg. 7 ἀντείχετο II. 8 ὑποτεταγμένων] ἐπάρχων ABD1 9 προσεδέχετο vulg. 15 ἐξεύρηντο II 23 τε om. CD, τε καὶ Gemistus 27 γένηται ὑποχείριος vulg.