Textus Originalis
II 26. 27. 28. 215
ρὰν ἐν τοῖς βασιλείοις κατεσκεύασεν ὑπερμεγέϑη, καὶ τόν τε χρυσὸν καὶ τὸν ἄργυρον ἅπαντα, πρὸς δὲ τούτοις τὴν βασιλικὴν ἐσϑῆτα πᾶσαν ἐπὶ ταύτην ἐσώρευσε. τὰς δὲ παλλακίδας καὶ τοὺς εὐνούχους συγκλείσας εἰς τὸν ἐν μέσῃ τῇ πυρᾷ κατεσκευασμένον οἶκον ἅμα τούτοις ἅπασιν ἑαυτόν τε καὶ τὰ βασίλεια κατέκαυσεν. οἱ δ᾽ ἀποστάται πυϑόμενοι τὴν ἀπώλειαν τὴν Σαρδαναπάλλου, τῆς μὲν πόλεως ἐκράτησαν εἰσπεσόντες κατὰ τὸ πεπτωκὸς μέρος τοῦ τείχους, τὸν δ᾽ Ἀρβάκην ἐνδύσαντες τὴν βασιλικὴν στολὴν προσηγόρευσαν βασιλέα, καὶ τὴν τῶν ὅλων ἐξουσίαν ἐπέτρεψαν. Ἔνϑα δὴ τοῦ βασιλέως τοῖς συναγωνισαμένοις στρατηγοῖς δωρεάς τε διαδόντος κατὰ τὴν ἀξίαν καὶ σατράπας ἐϑνῶν καϑιστάντος, προσελϑὼν αὐτῷ Βέλεσυς ὁ Βαβυλώνιος, ὁ προειπὼν ὅτι βασιλεὺς ἔσται τῆς Ἀσίας, τῆς τε εὐεργεσίας ὑπέμνησε καὶ τὴν Βαβυλῶνος ἀρχὴν ἠξίου δοῦναι, καϑάπερ ἐξ ἀρχῆς ὑπέσχετο. ἀπεφαίνετο δὲ καὶ κατὰ τοὺς κινδύνους ἑαυτὸν εὐχὴν πεποιῆσϑαι τῷ Βήλῳ Σαρδαναπάλλου κρατηϑέντος καὶ τῶν βασιλείων ἐμπυρισϑέντων ἀποκομιεῖν τὴν σποδὸν τὴν ἐκ τούτων εἰς Βαβυλῶνα, καὶ πλησίον τοῦ τεμένους τοῦ ϑεοῦ καὶ τοῦ ποταμοῦ καταϑέμενον χῶμα κατασκευάσειν τὸ παρεξόμενον τοῖς κατὰ τὸν Εὐφράτην πλέουσιν ἀϑάνατον ὑπόμνημα τοῦ καταλύσαντος τὴν Ἀσσυρίων ἀρχήν. 8 τὴν om. CF 12 ἐξουσίαν] αὐτῷ add. vulg. 14 στρατηγοῖς om. II διδόντος vulg. 17 Βαβυλωνίαν vulg. 21 τῶν] ἄλλων add. vulg. 22 τὴν ἐκ] ἐκ vulg. 23 καὶ τοῦ ποταμοῦ om. II. 26 καταλύσαντος] βασιλέως add. D.