Textus Originalis

216 DIODORI SICULI

216 DIODORI SICULI

τοῦτο δ᾽ ᾐτεῖτο πυϑόμενος [παρά] τινος εὐνούχου τὰ περὶ τὸν ἄργυρον καὶ χρυσόν, ὃν διαδράντα καὶ πρὸς αὐτὸν αὐτομολήσαντα κατέκρυψεν. ὁ δ᾽ Ἀρβάκης τούτων οὐδὲν εἰδὼς διὰ τὸ πάντας τοὺς ἐν τοῖς βασιλείοις συγκατακαῆναι τῷ βασιλεῖ, τήν τε σποδὸν ἀποκομίσαι καὶ τὴν Βαβυλῶνα ἔχειν ἀτελῆ συνεχώρησεν. εἶϑ᾽ ὁ μὲν Βέλεσυς πλοῖα παραστησάμενος μετὰ τῆς σποδοῦ τὸ πλεῖστον τοῦ τε ἀργύρου καὶ τοῦ χρυσοῦ συντόμως ἀπέστειλεν εἰς Βαβυλῶνα: ὁ δὲ βασιλεύς, μηνυϑείσης αὐτῷ τῆς πράξεως αὐτοφώρου, δικαστὰς ἀπέδειξε τοὺς συναγωνισαμένους στρατηγούς. τοῦ πράξαντος δ᾽ ὁμολογοῦντος ἀδικεῖν, τὸ μὲν δικαστήριον αὐτοῦ ϑάνατον κατέγνω, ὁ δὲ βασιλεύς, μεγαλόψυχος ὢν καὶ τὴν ἀρχὴν τῆς ἡγεμονίας βουλόμενος ἐπιεικῆ παρέχεσϑαι, τῶν τε κινδύνων ἀπέλυσε τὸν Βέλεσυν καὶ τὸν ἀποκεκομισμένον ἄργυρον καὶ χρυσὸν ἔχειν συνεχώρησεν: ὁμοίως δὲ καὶ τὴν ἐξ ἀρχῆς δοϑεῖσαν ἐξουσίαν τῆς Βαβυλῶνος οὐκ ἀφείλετο, φήσας μείζονας εἶναι τὰς ἐξ αὐτοῦ προγεγενημένας εὐεργεσίας τῶν ὕστερον ἀδικημάτων. διαβοηϑείσης δὲ τῆς ἐπιεικείας οὐ τὴν τυχοῦσαν εὔνοιαν ἅμα καὶ δόξαν παρὰ τῶν ἐϑνῶν ἀπηνέγκατο, πάντων κρινόντων ἄξιον εἶναι τῆς βασιλείας τὸν οὕτω προσενεχϑέντα τοῖς ἀδικήσασιν. ὁ δ᾽ οὖν Ἀρβάκης τοῖς κατὰ τὴν πόλιν ἐπιεικῶς προσενεχϑεὶς αὐτοὺς μὲν κατὰ κώμας 1 παρὰ D', om. cet. 2 διαδράσαντα D 9 εἰς] εἰς τὴν vulg. 11 αὐτοφόρου cod. vide I 91, 5 ἡμέρου vulg. 14 κατέγνω ϑάνατον vulg. 18 δοϑεῖσαν ἐξ ἀρχῆς vulg. 22 ἅμα Dindorf, ἀλλὰ libri.