Textus Originalis
II 28. 29. 217
διῴκισε, τὰς ἰδίας κτήσεις ἑκάστοις ἀποδούς, τὴν δὲ πόλιν εἰς ἔδαφος κατέσκαψεν. ἔπειτα τόν τε ἄργυρον καὶ χρυσὸν τὸν ἐκ τῆς πυρᾶς ὑπολειφϑέντα πολλῶν ὄντα ταλάντων ἀπεκόμισε τῆς Μηδίας εἰς Ἐκβάτανα. ἡ μὲν οὖν ἡγεμονία τῶν Ἀσσυρίων ἀπὸ Νίνου διαμείνασα τριάκοντα μὲν γενεάς, ἔτη δὲ πλείω τῶν χιλίων καὶ τριακοσίων, ὑπὸ Μήδων κατελύϑη τὸν προειρημένον τρόπον. Ἡμῖν δ᾽ οὐκ ἀνάρμοστον εἶναι δοκεῖ περὶ τῶν ἐν Βαβυλῶνι Χαλδαίων καὶ τῆς ἀρχαιότητος αὐτῶν βραχέα διελϑεῖν, ἵνα μηδὲν παραλίπωμεν τῶν ἀξίων μνήμης. Χαλδαῖοι τοίνυν τῶν ἀρχαιοτάτων ὄντες Βαβυλωνίων τῇ μὲν διαιρέσει τῆς πολιτείας παραπλησίαν ἔχουσι τάξιν τοῖς κατ᾽ Αἴγυπτον ἱερεῦσι: πρὸς γὰρ τῇ ϑεραπείᾳ τῶν ϑεῶν τεταγμένοι πάντα τὸν τοῦ ζῆν χρόνον φιλοσοφοῦσι, μεγίστην δόξαν ἔχοντες ἐν ἀστρολογίᾳ. ἀντέχονται δ᾽ ἐπὶ πολὺ καὶ μαντικῆς, ποιούμενοι προρρήσεις περὶ τῶν μελλόντων, καὶ τῶν μὲν καϑαρμοῖς, τῶν δὲ ϑυσίαις, τῶν δ᾽ ἄλλαις τισὶν ἐπῳδαῖς ἀποτροπὰς κακῶν καὶ τελειώσεις ἀγαϑῶν πειρῶνται πορίζειν. ἐμπειρίαν δ᾽ ἔχουσι καὶ τῆς διὰ τῶν οἰωνῶν μαντικῆς, ἐνυπνίων τε καὶ τεράτων ἐξηγήσεις ἀποφαίνονται. οὐκ ἀσόφως δὲ ποιοῦνται καὶ τὰ περὶ τὴν ἱεροσκοπίαν ἄκρως ἐπιτυγχάνειν νομίζοντες. τὴν δὲ τούτων μάϑησιν ἁπάντων οὐχ ὁμοίαν 7 τριακοσίων] τετρακοσίων CF 10 Χαλδαίων] καλουμένων Χαλδαίων CF 11 παραλείπωμεν libri 13 τὴν II διαίρεσιν F, αἵρεσιν C 14 τάξιν om. II 16 φιλολογοῦσι D 17 ἀστρολογίαις D 26 ἄκρως] ἀκριβῶς CF νομίζονται vulg.