Textus Originalis
218 DIODORI SICULI
ποιοῦνται τοῖς τὰ τοιαῦτ᾽ ἐπιτηδεύουσι τῶν Ἑλλήνων. παρὰ μὲν γὰρ τοῖς Χαλδαίοις ἐκ γένους ἡ τούτων φιλοσοφία παραδέδοται, καὶ παῖς παρὰ πατρὸς διαδέχεται, τῶν ἄλλων λειτουργιῶν πασῶν ἀπολελυμένος. διὸ καὶ γονεῖς ἔχοντες διδασκάλους ἅμα μὲν ἀφϑόνως ἅπαντα μανϑάνουσιν, ἅμα δὲ τοῖς παραγγελλομένοις προσέχουσι πιστεύοντες βεβαιότερον. ἔπειτ᾽ εὐϑὺς ἐκ παίδων συντρεφόμενοι τοῖς μαϑήμασι μεγάλην ἕξιν περιποιοῦνται διά τε τὸ τῆς ἡλικίας εὐδίδακτον καὶ διὰ τὸ πλῆϑος τοῦ προσκαρτερουμένου χρόνου. παρὰ δὲ τοῖς Ἕλλησιν ὁ πολλοῖς ἀπαρασκεύως προσιὼν ὀψέ ποτε τῆς φιλοσοφίας ἅπτεται, καὶ μέχρι τινὸς φιλοπονήσας ἀπῆλϑε περισπασϑεὶς ὑπὸ βιωτικῆς χρείας: ὀλίγοι δέ τινες ἐπὶ φιλοσοφίαν ἀποδύντες ἐργολαβίας ἕνεκεν παραμένουσιν ἐν τῷ μαϑήματι, καινοτομοῦντες ἀεὶ περὶ τῶν μεγίστων δογμάτων καὶ τοῖς πρὸ αὐτῶν οὐκ ἀκολουϑοῦντες. τοιγαροῦν οἱ μὲν βάρβαροι διαμένοντες ἐπὶ τῶν αὐτῶν ἀεὶ βεβαίως ἕκαστα λαμβάνουσιν, οἱ δ᾽ Ἕλληνες τοῦ κατὰ τὴν ἐργολαβίαν κέρδους στοχαζόμενοι καινὰς αἱρέσεις κτίζουσι, καὶ περὶ τῶν μεγίστων ϑεωρημάτων ἀλλήλοις ἀντιδοξοῦντες διχονοεῖν ποιοῦσι τοὺς μανϑάνοντας καὶ τὰς ψυχὰς αὐτῶν πλανᾶσϑαι, τὸν πάντα βίον ἐν αἰώρᾳ γινομένας καὶ μηδὲν ὅλως πιστεῦσαι δυνα- 2 τοῖς om. D 3 παραδίδοται C 11 καρτερουμένου CF 12 ὁ πολὺς C, τοῖς πολλοῖς F ἀπαράσκευος vulg. τῆς] τὰ τῆς C 14 τινὲς] παντελῶς D φιλοσοφίας D 25 ἐν αἰώρᾳ G2, ἐναψωραια D, ἐνωρίας C (ἐν γήρει m. 2), ὡρίας FG, ἐν ἀπορροίᾳ Wesseling, ἐν ἀπορίᾳ Coraes, ἐν ἁψικορίᾳ fort. γινομένας Coraes, γενομένας libri μηδενὶ CF δυναμένας πιστεῦσαι vulg.