Textus Originalis

II 29. 30. 219

II 29. 30. 219

μένας βεβαίως: τὰς γοῦν ἐπιφανεστάτας αἱρέσεις τῶν φιλοσόφων εἴ τις ἀκριβῶς ἐξετάζοι, πλεῖστον ὅσον εὑρήσει διαφερούσας ἀλλήλων καὶ περὶ τῶν μεγίστων δοξῶν ἐναντία δοξαζούσας. οἱ δ᾽ οὖν Χαλδαῖοι τὴν μὲν τοῦ κόσμου φύσιν ἀίδιόν φασιν εἶναι καὶ μήτε ἐξ ἀρχῆς γένεσιν ἐσχηκέναι μήϑ᾽ ὕστερον φϑορὰν ἐπιδέξεσϑαι, τὴν δὲ τῶν ὅλων τάξιν τε καὶ διακόσμησιν ϑείᾳ τινὶ προνοίᾳ γεγονέναι, καὶ νῦν ἕκαστα τῶν ἐν οὐρανῷ γινομένων οὐχ ὡς ἔτυχεν οὐδ᾽ αὐτομάτως ἀλλ᾽ ὡρισμένῃ τινὶ καὶ βεβαίως κεκυρωμένῃ ϑεῶν κρίσει συντελεῖσϑαι. τῶν δ᾽ ἄστρων πολυχρονίους παρατηρήσεις πεποιημένοι, καὶ τὰς ἑκάστου κινήσεις τε καὶ δυνάμεις ἀκριβέστατα πάντων ἀνϑρώπων ἐπεγνωκότες, πολλὰ τῶν μελλόντων συμβαίνειν προλέγουσι τοῖς ἀνϑρώποις. Μεγίστην δέ φασιν εἶναι ϑεωρίαν καὶ δύναμιν περὶ τοὺς πέντε ἀστέρας τοὺς πλάνητας καλουμένους, οὓς ἐκεῖνοι κοινῇ μὲν ἑρμηνεῖς ὀνομάζουσιν, ἰδίᾳ δὲ τὸν ὑπὸ τῶν Ἑλλήνων Κρόνον ὀνομαζόμενον, ἐπιφανέστατον δὲ καὶ πλεῖστα καὶ μέγιστα προσημαίνοντα, καλοῦσιν Ἡλίου: τοὺς δ᾽ ἄλλους τέτταρας ὁμοίως τοῖς παρ᾽ ἡμῖν ἀστρολόγοις ὀνομάζουσιν, Ἄρεος, Ἀφροδίτης, Ἑρμοῦ, Διός. διὰ τοῦτο δ᾽ αὐτοὺς ἑρμηνεῖς καλοῦσιν, ὅτι τῶν ἄλλων ἀστέρων ἀπλανῶν ὄντων καὶ τεταγμένῃ πορείᾳ μίαν περιφορὰν ἐχόντων οὗτοι μόνοι πορείαν ἰδίαν ποιούμε- 7 ἐπιδέξασϑαι D 10 δὲ Dindorf, τε libri δύναμιν] κίνησιν II 18 κοινῇ om. II 19 τὸν] τὸν νῦν vulg. νομιζόμενον CF 21 ἥλιον CF, Ἡλίου vel Βῆλον Wess. 26 τεταγμένῃ m. C, τῇ m. F ἐχόντων] τεταγμένην ἐχόντων πορείαν II