Textus Originalis
220 DIODORI SICULI
νον τὰ μέλλοντα γίνεσϑαι δεικνύουσιν, ἑρμηνεύοντες τοῖς ἀνϑρώποις τὴν τῶν ϑεῶν ἔννοιαν. τὰ μὲν γὰρ διὰ τῆς ἀνατολῆς, τὰ δὲ διὰ τῆς δύσεως, τινὰ δὲ διὰ τῆς χρόας προσημαίνειν φασὶν αὐτοὺς τοῖς προσέχειν ἀκριβῶς βουληϑεῖσι: ποτὲ μὲν γὰρ πνευμάτων μεγέϑη δηλοῦν αὐτούς, ποτὲ δὲ ὄμβρων ἢ καυμάτων ὑπερβολάς, ἔστι δὲ ὅτε κομητῶν ἀστέρων ἐπιτολάς, ἔτι δὲ ἡλίου τε καὶ σελήνης ἐκλείψεις, καὶ σεισμούς, καὶ τὸ σύνολον πάσας τὰς ἐκ τοῦ περιέχοντος γεννωμένας περιστάσεις ὠφελίμους τε καὶ βλαβερὰς οὐ μόνον ἔϑνεσιν ἢ τόποις, ἀλλὰ καὶ βασιλεῦσι καὶ τοῖς τυχοῦσιν ἰδιώταις. ὑπὸ δὲ τὴν τούτων φορὰν λέγουσι τετάχϑαι τριάκοντα ἀστέρας, οὓς προσαγορεύουσι βουλαίους ϑεούς: τούτων δὲ τοὺς μὲν ἡμίσεις τοὺς ὑπὲρ γῆν τόπους ἐφορᾶν, τοὺς δ᾽ ἡμίσεις τοὺς ὑπὸ τὴν γῆν, τὰ κατ᾽ ἀνϑρώπους ἐπισκοποῦντας ἅμα καὶ τὰ κατὰ τὸν οὐρανὸν συμβαίνοντα: διὰ δ᾽ ἡμερῶν δέκα πέμπεσϑαι τῶν μὲν ἄνω πρὸς τοὺς κάτω καϑάπερ ἄγγελον ἕνα τῶν ἀστέρων, τῶν δ᾽ ὑπὸ γῆν πρὸς τοὺς ἄνω πάλιν ὁμοίως ἕνα, καὶ ταύτην ἔχειν αὐτοὺς φορὰν ὡρισμένην καὶ περιόδῳ κεκυρωμένην αἰωνίῳ. τῶν ϑεῶν δὲ τούτων κυρίους εἶναί φασι δώδεκα τὸν ἀριϑμόν, ὧν ἑκάστῳ μῆνα καὶ τῶν δώδεκα λεγομένων ζῳδίων ἓν προσνέμουσι. διὰ δὲ τούτων φασὶ ποιεῖσϑαι τὴν πορείαν τόν τε ἥλιον καὶ τὴν σελήνην καὶ πέντε τοὺς πλάνητας ἀστέρας, τοῦ μὲν ἡλίου τὸν 1 γενέσϑαι D 2 ἔννοιαν Dindorf, εὔνοιαν libri 3 τὰ] τινὰ D 6 μέγεϑος D 11 ἢ CDF, καὶ rel. 16 τοὺς add. Reiske 19 ἕνα om. CF 28 τούτων om. CF.